Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.6.1-4.6.6

タルクィニウスの子孫を孫とする年代論証

250 / 962 箇所 · ギリシア語

要旨

著者(ディオニュシオス)は、タルクィニウス王が残した子供たちが息子ではなく孫であるべき理由を、詳細な年齢計算と当時の人間関係の観点から論じる。

§4.6.1βούλομαι δʼ ἐπιστήσας τὸν ἑξῆς λόγον ἀποδοῦναι τὰς αἰτίας, διʼ ἃς οὔτε Φαβίῳ συγκατεθέμην οὔτε τοῖς ἄλλοις ἱστορικοῖς, ὅσοι γράφουσιν υἱοὺς εἶναι τοὺς καταλειφθέντας παῖδας ὑπὸ Ταρκυνίου, ἵνα μή τινες τῶν ἐκείναις ἐντυχόντων ταῖς ἱστορίαις σχεδιάζειν με ὑπολάβωσιν οὐχ υἱοὺς, ἀλλʼ υἱωνοὺς αὐτοῦ γράφοντα τοὺς παῖδας.
しかし私は、次の叙述を一時中断して、なぜ自分がファビウスにも、また他の歴史家たちにも同意しなかったのか、その理由を述べておきたい。 彼らはみな、タルクィニウスによって残された子供たちを彼の「息子」であると書いているが、それらの歴史書を読んだ人々が、私がその子供たちを彼の息子ではなく「孫」と書いているのを見て、根拠なく主張していると思い込まないようにするためである。
παντάπασι γὰρ ἀπερισκέπτως καὶ ῥᾳθύμως οἱ συγγραφεῖς περὶ αὐτῶν ταύτην ἐξενηνόχασι τὴν ἱστορίαν οὐδὲν ἐξητακότες τῶν ἀναιρούντων αὐτὴν ἀδυνάτων τε καὶ ἀτόπων·
というのも、歴史家たちはこれについて全く不注意かつ安易にこのような記述を世に送り出しており、それを否定する不可能かつ不合理な諸事実を全く検討していないからである。
ὧν ἕκαστον ἐγὼ πειράσομαι ποιῆσαι φανερὸν διʼ ὀλίγων.
それらの一つひとつを、私は簡潔に明らかにしようと思う。
§4.6.2Ταρκύνιος ἐκ Τυρρηνίας μετανίσταται τὸν οἶκον ὅλον ἀνασκευασάμενος ἐν τῇ κρατίστῃ τοῦ φρονεῖν ὑπάρχων ἡλικίᾳ.
タルクィニウスは、思慮の最も円熟した年齢に達していたとき、全家財をまとめてトゥッレニアから移住した。
πολιτεύεσθαι γὰρ ἤδη καὶ ἄρχειν καὶ τὰ κοινὰ πράττειν ἀξιῶν παραδίδοται, καὶ τὴν ἄπαρσιν ἐκεῖθεν πεποιημένος διὰ τὸ μηδεμιᾶς ἐν τῇ πόλει τιμῆς μεταλαμβάνειν.
彼はすでに政治に携わり、支配し、公務を行うにふさわしい人物であると認められていたと伝えられており、またその都市において何の官職にも預かれなかったためにそこを出発したからである。
§4.6.3ἕτερος μὲν οὖν ἄν τις αὐτὸν ὑπέθετο καὶ τριακοστὸν ἔτος ἔχοντα τοὐλάχιστον, ὅτʼ ἀπῆρεν ἐκ Τυρρηνίας·
さて、他の者であれば、彼がトゥッレニアから出発したとき、少なくとも三十歳であったと仮定したであろう。
ἀπὸ ταύτης γὰρ οἱ νόμοι τῆς ἡλικίας καλοῦσιν ὡς ἐπὶ τὸ πολὺ τοὺς ἄρχειν τε καὶ πράττειν βουλομένους τὰ κοινά·
なぜなら、法律はふつう、この年齢から、支配を望み公務を行おうとする者たちを召し出すからである。
ἐγὼ δʼ ἔτι νεώτερον αὐτὸν ὑποτίθεμαι πέντε ὅλοις ἔτεσι, καὶ ποιῶ κατὰ τὸ πέμπτον καὶ εἰκοστὸν ἔτος ἀπανιστάμενον.
しかし私は、彼をそれよりも丸五年若いと仮定し、二十五歳で移住したと考える。
καὶ μὴν ὅτι γυναῖκα Τυρρηνίδα ἐπηγάγετο, ἣν ζῶντος ἔτι τοῦ πατρὸς ἔγημεν, ἅπαντες ὁμολογοῦσιν οἱ τὰς Ῥωμαϊκὰς συγγράψαντες ἱστορίας.
さらに、彼がトゥッレニア人の妻を伴い、彼女と父親の生前に結婚していたということは、ローマの歴史を著したすべての者が同意している。
§4.6.4παραγίνεται δʼ εἰς Ῥώμην Ἄγκου Μαρκίου βασιλεύοντος, ὡς μὲν Γέλλιος ἱστορεῖ κατὰ τὸν πρῶτον ἐνιαυτὸν τῆς βασιλείας, ὡς δὲ Λικίννιος γράφει κατὰ τὸν ὄγδοον.
彼はアンクス・マルキウスの王政期にローマに到着した。 ゲッリウスが歴史に記録しているように治世の最初の年とする説もあれば、リキニウスが書いているように第八年とする説もある。
ἔστω δὴ κατὰ τοῦτον ἐληλυθὼς τὸν ἐνιαυτόν, καθʼ ὃν γράφει Λικίννιος, καὶ μὴ πρότερον·
では、リキニウスが書いている、この第八年に到着したのであって、それ以前ではないとしよう。
ἐν ὑστέρῳ μὲν γὰρ οὐκ ἂν εἴη χρόνῳ παραγεγονώς, εἴγε δὴ κατὰ τὸν ἔνατον ἐνιαυτὸν τῆς Ἄγκου δυναστείας ἱππέων ἡγούμενος ἐπὶ τὸν πρὸς Λατίνους πόλεμον ὑπὸ τοῦ βασιλέως πέμπεται, ὡς ἀμφότεροι λέγουσιν οἱ συγγραφεῖς·
というのも、それより遅い時期に到着したということはあり得ないからである。 もし彼がアンクス王の支配の第九年に、王によってラティウム人との戦争のために騎兵を率いて派遣されたとすれば(これは両歴史家が述べていることだが)。
εἰ δὴ παρεγένετο μὲν εἰς Ῥώμην οὐ πλείω τῶν πέντε καὶ εἴκοσι γεγονὼς ἐτῶν, Ἄγκῳ δὲ βασιλεῖ κατὰ τὸν ὄγδοον τῆς ἀρχῆς ἐνιαυτὸν φίλος γενόμενος ἑπτακαίδεκα διέτριψεν ἔτη παρʼ αὐτῷ τὰ λοιπά· τέτταρα γὰρ ἐπὶ τοῖς εἴκοσι βεβασίλευκεν Ἄγκος· ἔτη δʼ ὀκτὼ καὶ τριάκοντα τὴν βασιλείαν κατέσχεν αὐτὸς ὡς ἅπαντες ὁμολογοῦσιν, ὀγδοηκονταέτης ἂν ἦν, ὅτʼ ἐτελεύτα.
さて、もし彼が二十五歳を超えない年齢でローマに到着し、アンクス王の支配第八年にその友人となって、残りの十七年間を王のそばで過ごしたとすれば(なぜならアンクスは二十四年間統治したからである)、そして彼自身は三十八年間王位を保持したと誰もが同意しているのだから、彼が亡くなったときには八十歳になっていたはずである。
ἐκ γὰρ τοῦ συλλογισμοῦ §4.6.5τῶν ἐτῶν τοῦτο συνάγεται τὸ πλῆθος.
というのも、年数の計算から、この合計数が導き出されるからである。
ἡ γυνὴ δʼ εἰ πέντε ἔτεσιν ἦν αὐτοῦ νεωτέρα καθάπερ εἰκός, ἑβδομηκοστὸν ἂν δήπου καὶ πέμπτον εἶχεν ἔτος, ὅτʼ ἀπέθνησκε Ταρκύνιος.
もし妻が、当然考えられるように彼より五歳若かったとすれば、タルクィニウスが死んだとき、彼女はおそらく七十五歳であっただろう。
εἰ δὴ τὸν νεώτερον τῶν υἱῶν ἔσχατον ἐκύησεν ἔτος ἔχουσα πεντηκοστόν· προσωτέρω γὰρ οὐκέτι κυΐσκεται τούτου τοῦ χρόνου γυνή, ἀλλʼ ἔστιν οὗτος αὐτὸς τῶν ὠδίνων ὁ ὅρος, ὡς οἱ ταῦτʼ ἐξητακότες γράφουσιν· οὗτος μὲν οὖν οὐκ ἂν ἐλάττω γεγονὼς ἦν ἐτῶν πέντε καὶ εἴκοσι κατὰ τὸν τοῦ πατρὸς θάνατον, ὁ δὲ Λεύκιος ὁ πρεσβύτερος οὐ μείων ἑπτακαιεικοσαέτους·
もし彼女が、五十歳の時に、最後の子供として、息子たちのうち若い方を妊娠したとすれば(なぜなら、これ以上の年齢では女性はもはや妊娠せず、この年齢こそが出産の限界であると、この件を調査した人々が書いているからである)、この若い方の息子は、父親の死の時点で二十五歳を下回ることはなかったはずであり、年長のレウキウスは二十七歳を下回ることはなかったはずである。
οὐκ ἄρα νηπίους κατέλιπεν υἱοὺς §4.6.6ὁ Ταρκύνιος ἐκ ταύτης γεγονότας τῆς γυναικός.
したがって、タルクィニウスがこの妻から生まれた幼い息子たちを残したということはあり得ない。
ἀλλὰ μὴν εἴγʼ ἀνδρῶν ἡλικίαν εἶχον οἱ παῖδες, ὅθʼ ὁ πατὴρ αὐτῶν ἀπέθνησκεν, οὔτʼ ἂν ἡ μήτηρ αὐτῶν οὕτως ἦν ἀθλία καὶ θεοβλαβής, ὥστʼ ἀφαιρεῖσθαι μὲν τῶν ἑαυτῆς τέκνων ἣν κατέλιπεν αὐτοῖς ὁ πατὴρ ἀρχήν, τῷ δʼ ἀλλοτρίῳ καὶ ἐκ δούλης γεγονότι χαρίζεσθαι·
しかし、もしその子供たちが、彼らの父親が死んだとき、すでに成人の年齢に達していたとすれば、彼らの母親はこれほど惨めで狂気に満ち、父親が彼らに残した王権を我が子らから奪い、他所の、しかも女奴隷から生まれた者にそれを与えるようなことはしなかったはずである。
οὔτʼ ἂν αὐτοὶ τῆς πατρῴας ἀρχῆς ἀποστερούμενοι φαύλως καὶ ῥᾳθύμως τὸ ἀδίκημα ἤνεγκαν καὶ ταῦτʼ ἐν τῇ κρατίστῃ τοῦ λέγειν τε καὶ πράττειν ὄντες ἀκμῇ·
また、彼ら自身も、父の支配権を奪われながら、その不正をだらしなく耐え忍ぶようなことはしなかったはずである。 しかも、言論や行動において最も脂の乗りきった最盛期にあったのだから。
οὔτε γὰρ εὐγενείᾳ προεῖχεν αὐτῶν ὁ Τύλλιος ἐκ δούλης μητρὸς ὢν οὔθʼ ἡλικίας ἀξιώματι παρὰ πολὺ διήλλαττεν, ἀλλὰ τρισὶ μόνον ἔτεσι θατέρου πρεσβύτερος ἦν·
なぜなら、テュッリウスは、女奴隷を母に持つ身であって、彼らより高貴な生まれであったわけでもなく、年齢の尊厳においても大した違いはなく、ただ一方より三歳年上であったにすぎないからである。
ὥστʼ οὐκ ἄν γε παρεχώρησαν αὐτῷ τῆς βασιλείας ἑκόντες.
したがって、彼らが自発的に彼に王位を譲り渡すようなことは決してなかったはずである。

語釈・文法注

  1. 647σχεδιάζειν με ὑπολάβωσιν — 不定詞 σχεδιάζειν(根拠なく主張する)は、動詞 ὑπολάβωσιν(思う、想定する)の補足として機能する。対格分詞 γράφοντα は対格の主語 με(私)と一致し、「私が〜と書いているのを見て、根拠なく主張していると思い込まないように」という構造になる。
  2. 648ἕτερος μὲν οὖν ἄν τις ὑπέθετο — 小辞 ἄν と直説法アオリスト過去形 ὑπέθετο の組み合わせにより、過去の事実に反する仮定、あるいは過去における可能性(「他の人なら仮定したであろう」)を表現している。
  3. p.v.2p.12εἴγε δὴ... πέμπεται — 接続詞 εἴγε δὴ は既知の、あるいは受け入れられた事実に基づく条件(「もし本当に…されているなら」)を導入する。直説法現在 πέμπεται は歴史的現在として用いられ、以前の歴史家たちが一致して述べている過去の出来事を生々しく叙述している。
  4. 650οὔτʼ ἂν ἡ μήτηρ αὐτῶν οὕτως ἦν... οὔτʼ ἂν αὐτοὶ... ἤνεγκαν — 小辞 ἂν が未完了過去 ἦν およびアオリスト ἤνεγκαν の両方にかかり、過去の事実に反する帰結(「母親は…しなかったであろうし、彼ら自身も…耐え忍ばなかったであろう」)を表す。過去における継続的な状態(ἦν)と一時的な動作(ἤνεγκαν)を対比させている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.6.1-4.6.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.6.1-4.6.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。