Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.6.1-4.6.6

关于塔尔昆乌斯后代实为孙辈的年代学论证

第 250 段,共 962 段 · 希腊语

内容简介

作者通过详细的年龄计算和当时人际关系的逻辑,论证了塔尔昆乌斯王留下的孩子们应当是他的孙子而非儿子。

§4.6.1βούλομαι δʼ ἐπιστήσας τὸν ἑξῆς λόγον ἀποδοῦναι τὰς αἰτίας, διʼ ἃς οὔτε Φαβίῳ συγκατεθέμην οὔτε τοῖς ἄλλοις ἱστορικοῖς, ὅσοι γράφουσιν υἱοὺς εἶναι τοὺς καταλειφθέντας παῖδας ὑπὸ Ταρκυνίου, ἵνα μή τινες τῶν ἐκείναις ἐντυχόντων ταῖς ἱστορίαις σχεδιάζειν με ὑπολάβωσιν οὐχ υἱοὺς, ἀλλʼ υἱωνοὺς αὐτοῦ γράφοντα τοὺς παῖδας.
但我希望暂时中断接下来的叙述,说明我为什么既不同意法比乌斯,也不同意其他那些写道塔尔昆乌斯留下的孩子们是其“儿子”的历史学家的原因,以免读过那些历史书的人,在看到我把这些孩子写成不是他的儿子而是“孙子”时,以为我是凭空捏造。
παντάπασι γὰρ ἀπερισκέπτως καὶ ῥᾳθύμως οἱ συγγραφεῖς περὶ αὐτῶν ταύτην ἐξενηνόχασι τὴν ἱστορίαν οὐδὲν ἐξητακότες τῶν ἀναιρούντων αὐτὴν ἀδυνάτων τε καὶ ἀτόπων· ὧν ἕκαστον ἐγὼ πειράσομαι ποιῆσαι φανερὸν διʼ ὀλίγων.
因为历史学家们对他们这件事的记载极为粗心和轻率,完全没有考察那些否定这一说法的、不可能且荒谬的事实;我将尝试用简短的篇幅把这些事实一一说清楚。
§4.6.2Ταρκύνιος ἐκ Τυρρηνίας μετανίσταται τὸν οἶκον ὅλον ἀνασκευασάμενος ἐν τῇ κρατίστῃ τοῦ φρονεῖν ὑπάρχων ἡλικίᾳ.
塔尔昆乌斯在心智最成熟的年龄,整理了全部家产,从图勒尼亚迁徙。
πολιτεύεσθαι γὰρ ἤδη καὶ ἄρχειν καὶ τὰ κοινὰ πράττειν ἀξιῶν παραδίδοται, καὶ τὴν ἄπαρσιν ἐκεῖθεν πεποιημένος διὰ τὸ μηδεμιᾶς ἐν τῇ πόλει τιμῆς μεταλαμβάνειν.
据传,他当时已经认为自己有资格参与政治、统治和管理公共事务,并且因为在该城中未能获得任何职位而离开了那里。
§4.6.3ἕτερος μὲν οὖν ἄν τις αὐτὸν ὑπέθετο καὶ τριακοστὸν ἔτος ἔχοντα τοὐλάχιστον, ὅτʼ ἀπῆρεν ἐκ Τυρρηνίας· ἀπὸ ταύτης γὰρ οἱ νόμοι τῆς ἡλικίας καλοῦσιν ὡς ἐπὶ τὸ πολὺ τοὺς ἄρχειν τε καὶ πράττειν βουλομένους τὰ κοινά·
换作别人,会假设他从图勒尼亚出发时至少已经三十岁;因为法律通常从这个年龄开始征召那些希望统治和管理公共事务的人。
ἐγὼ δʼ ἔτι νεώτερον αὐτὸν ὑποτίθεμαι πέντε ὅλοις ἔτεσι, καὶ ποιῶ κατὰ τὸ πέμπτον καὶ εἰκοστὸν ἔτος ἀπανιστάμενον.
但我假设他还要年轻整整五岁,让他是在二十五岁时迁徙的。
καὶ μὴν ὅτι γυναῖκα Τυρρηνίδα ἐπηγάγετο, ἣν ζῶντος ἔτι τοῦ πατρὸς ἔγημεν, ἅπαντες ὁμολογοῦσιν οἱ τὰς Ῥωμαϊκὰς συγγράψαντες ἱστορίας.
此外,他带了一位图勒尼亚妻子,是在他父亲还活着时娶的,这是所有撰写罗马历史的人都同意的。
§4.6.4παραγίνεται δʼ εἰς Ῥώμην Ἄγκου Μαρκίου βασιλεύοντος, ὡς μὲν Γέλλιος ἱστορεῖ κατὰ τὸν πρῶτον ἐνιαυτὸν τῆς βασιλείας, ὡς δὲ Λικίννιος γράφει κατὰ τὸν ὄγδοον.
他在安克斯·马尔基乌斯在位期间来到罗马,正如格利乌斯所记载,是在其治世的第一年,而如里基尼乌斯所写,是在第八年。
ἔστω δὴ κατὰ τοῦτον ἐληλυθὼς τὸν ἐνιαυτόν, καθʼ ὃν γράφει Λικίννιος, καὶ μὴ πρότερον· ἐν ὑστέρῳ μὲν γὰρ οὐκ ἂν εἴη χρόνῳ παραγεγονώς, εἴγε δὴ κατὰ τὸν ἔνατον ἐνιαυτὸν τῆς Ἄγκου δυναστείας ἱππέων ἡγούμενος ἐπὶ τὸν πρὸς Λατίνους πόλεμον ὑπὸ τοῦ βασιλέως πέμπεται, ὡς ἀμφότεροι λέγουσιν οἱ συγγραφεῖς·
那么,就当作他是里基尼乌斯所写的这第八年来到的,而不是更早;因为他不可能在更晚的时间到达,如果在安克斯统治的第九年,他在与拉丁人的战争中被国王派遣率领骑兵,正如两位历史学家都说的那样。
εἰ δὴ παρεγένετο μὲν εἰς Ῥώμην οὐ πλείω τῶν πέντε καὶ εἴκοσι γεγονὼς ἐτῶν, Ἄγκῳ δὲ βασιλεῖ κατὰ τὸν ὄγδοον τῆς ἀρχῆς ἐνιαυτὸν φίλος γενόμενος ἑπτακαίδεκα διέτριψεν ἔτη παρʼ αὐτῷ τὰ λοιπά· τέτταρα γὰρ ἐπὶ τοῖς εἴκοσι βεβασίλευκεν Ἄγκος· ἔτη δʼ ὀκτὼ καὶ τριάκοντα τὴν βασιλείαν κατέσχεν αὐτὸς ὡς ἅπαντες ὁμολογοῦσιν, ὀγδοηκονταέτης ἂν ἦν, ὅτʼ ἐτελεύτα.
如果他来到罗马时不超过二十五岁,并在安克斯国王统治的第八年成为其朋友,陪伴他度过了剩下的十七年(因为安克斯统治了二十四年),而他自己统治了三十八年,这是所有人都同意的,那么他去世时应该已经是八十岁了。
ἐκ γὰρ τοῦ συλλογισμοῦ §4.6.5τῶν ἐτῶν τοῦτο συνάγεται τὸ πλῆθος.
因为从年数的计算中,可以得出这个总数。
ἡ γυνὴ δʼ εἰ πέντε ἔτεσιν ἦν αὐτοῦ νεωτέρα καθάπερ εἰκός, ἑβδομηκοστὸν ἂν δήπου καὶ πέμπτον εἶχεν ἔτος, ὅτʼ ἀπέθνησκε Ταρκύνιος.
如果他的妻子如常理般比他年轻五岁,当塔尔昆乌斯去世时,她应该大概是七十五岁。
εἰ δὴ τὸν νεώτερον τῶν υἱῶν ἔσχατον ἐκύησεν ἔτος ἔχουσα πεντηκοστόν· προσωτέρω γὰρ οὐκέτι κυΐσκεται τούτου τοῦ χρόνου γυνή, ἀλλʼ ἔστιν οὗτος αὐτὸς τῶν ὠδίνων ὁ ὅρος, ὡς οἱ ταῦτʼ ἐξητακότες γράφουσιν· οὗτος μὲν οὖν οὐκ ἂν ἐλάττω γεγονὼς ἦν ἐτῶν πέντε καὶ εἴκοσι κατὰ τὸν τοῦ πατρὸς θάνατον, ὁ δὲ Λεύκιος ὁ πρεσβύτερος οὐ μείων ἑπτακαιεικοσαέτους· οὐκ ἄρα νηπίους κατέλιπεν υἱοὺς §4.6.6ὁ Ταρκύνιος ἐκ ταύτης γεγονότας τῆς γυναικός.
如果她在五十岁时最后怀上了儿子中较小的一个(因为女性在这个年龄之后就不再怀孕,而这正是生育的极限,正如考察过这些事情的人所写的那样),那么这个较小的儿子在父亲去世时应该不小于二十五岁,而年长的雷乌基乌斯不小于二十七岁;因此,塔尔昆乌斯并没有留下与这位妻子所生的幼子。
ἀλλὰ μὴν εἴγʼ ἀνδρῶν ἡλικίαν εἶχον οἱ παῖδες, ὅθʼ ὁ πατὴρ αὐτῶν ἀπέθνησκεν, οὔτʼ ἂν ἡ μήτηρ αὐτῶν οὕτως ἦν ἀθλία καὶ θεοβλαβής, ὥστʼ ἀφαιρεῖσθαι μὲν τῶν ἑαυτῆς τέκνων ἣν κατέλιπεν αὐτοῖς ὁ πατὴρ ἀρχήν, τῷ δʼ ἀλλοτρίῳ καὶ ἐκ δούλης γεγονότι χαρίζεσθαι· οὔτʼ ἂν αὐτοὶ τῆς πατρῴας ἀρχῆς ἀποστερούμενοι φαύλως καὶ ῥᾳθύμως τὸ ἀδίκημα ἤνεγκαν καὶ ταῦτʼ ἐν τῇ κρατίστῃ τοῦ λέγειν τε καὶ πράττειν ὄντες ἀκμῇ·
然而,如果孩子们在他们的父亲去世时已经成年,他们的母亲绝不会如此悲惨且丧失理智,以至于剥夺自己孩子由父亲留给他们的统治权,而将其赠予一个女奴所生的外人;他们自己作为父亲统治权的被剥夺者,也绝不会庸碌而怠惰地忍受这种不公,尤其是在他们处于言论和行动最鼎盛的时期。
οὔτε γὰρ εὐγενείᾳ προεῖχεν αὐτῶν ὁ Τύλλιος ἐκ δούλης μητρὸς ὢν οὔθʼ ἡλικίας ἀξιώματι παρὰ πολὺ διήλλαττεν, ἀλλὰ τρισὶ μόνον ἔτεσι θατέρου πρεσβύτερος ἦν· ὥστʼ οὐκ ἄν γε παρεχώρησαν αὐτῷ τῆς βασιλείας ἑκόντες.
因为图利乌斯在出身高贵上并不优于他们,他是由女奴母亲所生,在年龄的尊严上也没有多大差别,仅仅比其中一个大三岁;因此,他们绝不会自愿将王位让给他。

词汇与语法注释

  1. 647σχεδιάζειν με ὑπολάβωσιν — 不定式 σχεδιάζειν 作为动词 ὑπολάβωσιν 的宾语补足语。分词 γράφοντα 与宾格代词 με(不定式的逻辑主语)一致,意为“免得他们认为我是在凭空捏造”。
  2. 648ἕτερος μὲν οὖν ἄν τις ὑπέθετο — 语气词 ἄν 与直说过去时(不定过去时) ὑπέθετο 连用,表示与过去事实相反的虚拟或过去的可能性(“换作别人大概会假设”)。
  3. p.v.2p.12εἴγε δὴ... πέμπεται — 连词 εἴγε δὴ 引入一个基于既定事实的条件(“如果确实……被派遣”)。直说现在时 πέμπεται 作为历史现在时使用,生动地叙述了前人历史学家所公认的过去事件。
  4. 650οὔτʼ ἂν ἡ μήτηρ αὐτῶν οὕτως ἦν... οὔτʼ ἂν αὐτοὶ... ἤνεγκαν — 语气词 ἂν 同时修饰未完成过去时 ἦν 和不定过去时 ἤνεγκαν,表示与过去事实相反的结果(“他们的母亲绝不会是……他们自己也绝不会忍受……”)。此处对比了过去持续的状态(ἦν)与一时的动作(ἤνεγκαν)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.6.1-4.6.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.6.1-4.6.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。