§4.54.1συνεχῶς δὲ τούτων γινομένων ἠναγκάζοντο ἀμφότεροι τῆς χώρας ὅσα ἦν ἐρυμνὰ τειχίζοντες φρουρὰν ἐν αὐτοῖς καθιστάναι καταφυγῆς τῶν γεωργῶν ἕνεκα·
このようなことが絶えず起こっていたため、両者は、農民たちの避難のために、領土内の要害となる場所をすべて城壁で囲んでそこに守備隊を置くことを余儀なくされた。
ὅθεν ὁρμώμενοι τά τε λῃστήρια, καὶ εἴ τι ἀποσπασθὲν ἴδοιεν μέρος ὀλίγον ἀπὸ πολλοῦ στρατοῦ καὶ οἷα εἰκὸς ἐν προνομαῖς ἀσύντακτον διὰ καταφρόνησιν, κατιόντες ἀθρόοι διέφθειρον·
彼らはそこから出撃し、略奪部隊や、大軍から切り離された少数の部隊、あるいは略奪に際して(敵を)侮って無秩序になっているような部隊を目にすると、一斉に襲いかかって壊滅させた。
καὶ τῶν πόλεων ὅσα ἦν ἐπίμαχα καὶ ῥᾴδια ληφθῆναι διὰ κλιμάκων ἐξοικοδομεῖν τε καὶ ἀποταφρεύειν δεδοικότες τὰς αἰφνιδίους ἀλλήλων ἐφόδους.
また、お互いの突然の襲撃を恐れて、梯子によって容易に攻略されうるような都市の防御の薄い箇所については、城壁を補強し、周囲に堀を巡らせた。
§4.54.2μᾶλλον δʼ ὁ Ταρκύνιος περὶ ταῦτʼ ἐνεργὸς ἦν καὶ τῆς πόλεως τὰ πρὸς τοὺς Γαβίους φέροντα τοῦ περιβόλου διὰ πολυχειρίας ἐξωχυροῦτο τάφρον ὀρυξάμενος εὐρυτέραν καὶ τεῖχος ἐγείρας ὑψηλότερον καὶ πύργοις διαλαβὼν τὸ χωρίον πυκνοτέροις·
タルクィニウスはこの件に関してより精力的に動き、多くの人手を使って、ガビイに面する都市の城壁部分を、より広い堀を掘り、より高い壁を築き、より密に塔を配置することによって強固にした。
κατὰ τοῦτο γὰρ ἐδόκει μάλιστα τὸ μέρος ἡ πόλις ἀνώχυρος εἶναι, πάντα τὸν ἄλλον περίβολον ἀσφαλὴς ἐπιεικῶς οὖσα καὶ δυσπρόσιτος.
というのも、都市はこの方向において最も防御が薄いと思われたからであり、他の城壁部分はすべて極めて安全で、接近しがたいものであった。
§4.54.3ἔμελλε δʼ, ὃ πάσαις φιλεῖ συμβαίνειν ταῖς πόλεσιν ἐν τοῖς μακροῖς πολέμοις δῃουμένης διὰ τὰς συνεχεῖς τῶν πολεμίων εἰσβολὰς τῆς γῆς καὶ μηκέτι τοὺς καρποὺς ἐκφερούσης, σπάνις ἁπάσης τροφῆς ἐν ἀμφοτέραις ἔσεσθαι καὶ δεινὴ περὶ τοῦ μέλλοντος ἀθυμία·
しかし、長引く戦争において、敵の絶え間ない侵入によって領土が荒廃し、もはや作物が実らなくなったときにすべての都市で起こりがちであるように、両者においてあらゆる食糧が不足し、将来に対する深刻な落胆が生じることになった。
κάκιον δὲ τοὺς Ῥωμαίους ἐπίεζεν ἢ τοὺς Γαβίους ἡ τῶν ἀναγκαίων ἔνδεια, καὶ οἱ πενέστατοι αὐτῶν μάλιστα κάμνοντες ὁμολογίας ᾤοντο δεῖν ποιήσασθαι πρὸς τοὺς Γαβίους καὶ τὸν πόλεμον ἐφʼ οἷς ἂν ἐκεῖνοι θέλωσι διαλύσασθαι.
そして、必需品の欠乏はガビイ人よりもローマ人をより厳しく苦しめ、その中でも最も貧しい人々は極めて困窮し、ガビイ人と和平協定を結び、相手の望む条件で戦争を終結させるべきだと考えるようになった。