§4.44.1καὶ οὐκ ἀπέχρη ταῦτα μόνον εἰς τοὺς δημοτικοὺς αὐτῷ παρανομεῖν, ἀλλʼ ἐπιλέξας ἐκ τοῦ πλήθους, ὅσον ἦν πιστὸν ἑαυτῷ καὶ εἰς τὰς πολεμικὰς χρείας ἐπιτήδειον, τὸ λοιπὸν ἠνάγκασεν ἐργάζεσθαι τὰς κατὰ πόλιν ἐργασίας, μέγιστον οἰόμενος εἶναι κίνδυνον τοῖς μονάρχοις, ὅταν οἱ πονηρότατοι τῶν πολιτῶν καὶ ἀπορώτατοι σχολὴν ἄγωσι, καὶ ἅμα προθυμίαν ἔχων ἐπὶ τῆς ἰδίας ἀρχῆς τὰ καταλειφθέντα ἡμίεργα ὑπὸ τοῦ πάππου τελειῶσαι, τὰς μὲν ἐξαγωγίμους τῶν ὑδάτων τάφρους, ἃς ἐκεῖνος ὀρύττειν ἤρξατο, μέχρι τοῦ ποταμοῦ καταγαγεῖν, τὸν δʼ ἀμφιθέατρον ἱππόδρομον οὐδὲν ἔξω κρηπίδων ἔχοντα παστάσιν ὑποστέγοις περιλαβεῖν·
And it was not sufficient for him only to commit these illegalities against the plebeians, but having selected from the multitude as many as were faithful to him and fit for military services, he forced the rest to work on the labors in the city, thinking that it is the greatest danger to monarchs whenever the most wicked and poorest of the citizens enjoy leisure, and at the same time having a desire to finish, during his own reign, the half-completed works left by his grandfather: namely, on the one hand, to bring down to the river the trenches for carrying off the waters, which that man had begun to dig, and on the other hand, to surround with roofed porticos the amphitheater-like racecourse, which had nothing outside its foundations.
§4.44.2ταῦτα δὴ πάντες οἱ πένητες εἰργάζοντο σῖτα παρʼ αὐτοῦ μέτρια λαμβάνοντες· οἱ μὲν λατομοῦντες, οἱ δʼ ὑλοτομοῦντες, οἱ δὲ τὰς κομιζούσας ταῦθʼ ἁμάξας ἄγοντες, οἱ δʼ ἐπὶ τῶν ὤμων αὐτοὶ τὰ ἄχθη φέροντες· μεταλλεύοντές τε τὰς ὑπονόμους σήραγγας ἕτεροι καὶ πλάττοντες τὰς ἐν αὐταῖς καμάρας καὶ τὰς παστάδας ἐγείροντες, καὶ τοῖς ταῦτα πράττουσι χειροτέχναις ὑπηρετοῦντες χαλκοτύποι τε καὶ τέκτονες καὶ λιθουργοὶ τῶν ἰδιωτικῶν ἔργων ἀφεστῶτες ἐπὶ ταῖς δημοσίαις κατείχοντο χρείαις.
All the poor, indeed, worked on these tasks, receiving moderate food from him; some quarrying stone, others cutting timber, some driving the wagons conveying these, and others carrying the burdens themselves on their shoulders; while others excavated the underground passages, fashioned the vaults in them, and erected the porticos; and assisting the craftsmen doing these things, coppersmiths, carpenters, and stonemasons, being withdrawn from private works, were kept for public services.
§4.44.3περὶ ταῦτα δὴ τὰ ἔργα τριβόμενος ὁ λεὼς οὐδεμίαν ἀνάπαυσιν ἐλάμβανεν· ὥσθʼ οἱ πατρίκιοι τὰ τούτων κακὰ καὶ τὰς λατρείας ὁρῶντες ἔχαιρόν τʼ ἐν μέρει καὶ τῶν ἰδίων ἐπελανθάνοντο ἀλγεινῶν· κωλύειν μὲν γὰρ οὐδέτεροι τὰ γινόμενα ἐπεχείρουν.
The people, being worn out by these works, received no respite; so that the patricians, seeing their evils and servitudes, both rejoiced on their part and forgot their own pains; for neither side attempted to prevent what was happening.