§4.37.1τοιαῦτα διαλεχθεὶς καὶ εἰς πολλὴν αἰδῶ καταστήσας τοὺς συνισταμένους ἐπʼ αὐτῷ διέλυσε τὸν σύλλογον καὶ μετὰ τοῦτο τοὺς κήρυκας ἀνακαλεσάμενος ἐκέλευσε διὰ πάντων τῶν στενωπῶν διεξιόντας τὸν δῆμον εἰς ἐκκλησίαν συγκαλεῖν.
このように語り、自分に対して陰謀を企てていた者たちを大いに恥じ入らせた後、彼は会議を散会させ、この後、伝令官たちを呼び出して、すべての路地を通り抜けながら民衆を民会に招集するように命じた。
§4.37.2συνδραμόντος δʼ εἰς τὴν ἀγορὰν τοῦ κατὰ πόλιν ὄχλου προελθὼν ἐπὶ τὸ βῆμα μακρὰν καὶ συμπαθῆ διεξῆλθε δημηγορίαν τάς τε πολεμικὰς ἑαυτοῦ πράξεις ἐξαριθμούμενος, ἃς Ταρκυνίου τε ζῶντος διεπράξατο καὶ μετὰ τὴν ἐκείνου τελευτὴν καὶ τῶν πολιτευμάτων καθʼ ἓν ἕκαστον ἐπιλεγόμενος, ἐξ ὧν πολλὰς καὶ μεγάλας ἔδοξεν ἐσχηκέναι τὸ κοινὸν ὠφελείας.
市内の群衆が広場に駆け集まると、彼は演壇へと進み出て、長く、また心を打つ演説を行った。 その中で、タルクィニウスの生前、および彼の死後に自分が成し遂げた軍事的な功績を列挙し、また自身の政治的施策を一つ一つ挙げたが、それらによって国家は多くのかつ大きな恩恵を被ったと思われた。
§4.37.3πολλοῦ δʼ ἐφʼ ἑκάστῳ τῶν λεγομένων ἀπαντῶντος ἐπαίνου καὶ πάντων σπουδὴν ἐχόντων μαθεῖν, τίνων ἕνεκα ταῦτα λέγει, τελευτῶν ἔφησεν, ὅτι Ταρκύνιος αὐτὸν αἰτιᾶται τὴν βασιλείαν οὐ δικαίως κατέχειν ἑαυτῷ προσήκουσαν·
彼の語る言葉の一つ一つに対して、多くの称賛が沸き起こり、またすべての者が、彼がどのような理由でこれらのことを語っているのかを知りたがっている中で、彼は最後に次のように言った。 すなわち、タルクィニウスが彼を、自分に属するはずの王位を不当に保持していると非難しているのだ、と。
καταλιπεῖν γὰρ αὐτῷ τὸν πάππον ἀποθνήσκοντα σὺν τοῖς χρήμασι καὶ τὴν ἀρχήν, τὸν δὲ δῆμον οὐκ εἶναι κύριον τἀλλότρια ἑτέρῳ §4.37.4διδόναι.
なぜなら、彼の祖父が死に際して、財産とともに支配権をも彼に遺したのであり、民衆には他人のものを別の人に与える権限はないからである、と。
κραυγῆς δὲ καὶ ἀγανακτήσεως ἐξ ἁπάντων ἐπὶ τούτῳ γενομένης σιωπῆσαι κελεύσας αὐτοὺς ἠξίου μηδὲν ἄχθεσθαι μηδὲ ἀγανακτεῖν πρὸς τὸν λόγον, ἀλλʼ εἴ τι δίκαιον εἰπεῖν ἔχει Ταρκύνιος, καλεῖν αὐτὸν καὶ διδαχθέντας, ἐάν τʼ ἀδικούμενον εὕρωσιν ἐάν τʼ ἐπιτηδειότερον ἄρχειν, ἐκείνῳ παραδοῦναι τὴν τῆς πόλεως προστασίαν·
このことに対して、全員から叫び声と憤慨が沸き起こると、彼は彼らに静粛にするよう命じた上で、その主張に少しも腹を立てたり憤慨したりしないよう求めた。 そうではなく、もしタルクィニウスが何か正当なことを主張できるのであれば彼を呼び出し、事実を知らされた上で、彼が不当な扱いを受けていると知るか、あるいは彼の方が統治するのにより適していると知るならば、彼に国家の指導権を委ねるように求めた。
αὐτὸς δὲ τῆς ἀρχῆς ἔφησεν ἀφίστασθαι καὶ ἀποδιδόναι τοῖς κυρίοις, παρʼ ὧν αὐτὴν ἔλαβεν.
そして自身は、支配権を退き、それを自分が受け取った正当な主たちに返上するつもりである、と言った。
§4.37.5ταῦτα λέξαντος αὐτοῦ καταβαίνειν τʼ ἀπὸ τοῦ βήματος βουλομένου κραυγή τʼ ἐξ ἁπάντων ἐγίνετο καὶ δεήσεις πολλαὶ σὺν οἰμωγαῖς ὑπὲρ τοῦ μηδενὶ παραχωρεῖν τῆς ἀρχῆς·
彼がこのように語り、演壇から降りようとすると、全員から叫び声と、嘆きを伴う多くの懇願が起こり、誰にも支配権を譲らないようにと求めた。
τινὲς δʼ ἐξ αὐτῶν καὶ βάλλειν τὸν Ταρκύνιον ἐβόων.
彼らのうちの何人かは、タルクィニウスに石を投げつけろとさえ叫んだ。
ἐκεῖνος μὲν οὖν δείσας τὴν ἐκ χειρὸς δίκην ὁρμῆς ἤδη γινομένης τῶν ὄχλων ἐπʼ αὐτὸν ᾤχετο φεύγων ἅμα τοῖς ἑταίροις·
そこで彼(タルクィニウス)は、群衆の矛先がすでに自分へと向けられようとしていたため、即座の下される私刑を恐れ、仲間たちとともに逃げ去ってしまった。
τὸν δὲ Τύλλιον ἡ πληθὺς ἅπασα μετὰ χαρᾶς καὶ κρότου καὶ πολλῆς εὐφημίας παραπέμπουσα μέχρι τῆς οἰκίας κατέστησεν.
一方、トゥッリウスを、群衆全員が喜びと拍手と多くの歓呼をもって、自宅まで送り届けた。