Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.37.1-4.37.5

塞维乌斯向民会发表演说与民众的支持

第 281 段,共 962 段 · 希腊语

内容简介

塞维乌斯王在解散元老院会议后召集民会,陈述了自己的政绩,并说明了塔尔昆纽斯对王位的申索,进而提出退位。民众强烈拒绝其退位,转而对塔尔昆纽斯愤怒相向,并在欢呼声中将国王护送回家。

§4.37.1τοιαῦτα διαλεχθεὶς καὶ εἰς πολλὴν αἰδῶ καταστήσας τοὺς συνισταμένους ἐπʼ αὐτῷ διέλυσε τὸν σύλλογον καὶ μετὰ τοῦτο τοὺς κήρυκας ἀνακαλεσάμενος ἐκέλευσε διὰ πάντων τῶν στενωπῶν διεξιόντας τὸν δῆμον εἰς ἐκκλησίαν συγκαλεῖν.
在这样说完并使那些反对他的阴谋者铺面羞愧之后,他解散了会议,随后召来传令官,命令他们穿过所有的街巷,召集民众举行大会。
§4.37.2συνδραμόντος δʼ εἰς τὴν ἀγορὰν τοῦ κατὰ πόλιν ὄχλου προελθὼν ἐπὶ τὸ βῆμα μακρὰν καὶ συμπαθῆ διεξῆλθε δημηγορίαν τάς τε πολεμικὰς ἑαυτοῦ πράξεις ἐξαριθμούμενος, ἃς Ταρκυνίου τε ζῶντος διεπράξατο καὶ μετὰ τὴν ἐκείνου τελευτὴν καὶ τῶν πολιτευμάτων καθʼ ἓν ἕκαστον ἐπιλεγόμενος, ἐξ ὧν πολλὰς καὶ μεγάλας ἔδοξεν ἐσχηκέναι τὸ κοινὸν ὠφελείας.
当城中的人群奔集到广场时,他走上演讲台,发表了一番漫长而动人的演说。 他不仅历数了自己在塔尔昆纽斯生前以及死后所立下的军功,还逐一列举了自己的政治施策,由于这些施策,国家显然得到了许多重大的益处。
§4.37.3πολλοῦ δʼ ἐφʼ ἑκάστῳ τῶν λεγομένων ἀπαντῶντος ἐπαίνου καὶ πάντων σπουδὴν ἐχόντων μαθεῖν, τίνων ἕνεκα ταῦτα λέγει, τελευτῶν ἔφησεν, ὅτι Ταρκύνιος αὐτὸν αἰτιᾶται τὴν βασιλείαν οὐ δικαίως κατέχειν ἑαυτῷ προσήκουσαν· καταλιπεῖν γὰρ αὐτῷ τὸν πάππον ἀποθνήσκοντα σὺν τοῖς χρήμασι καὶ τὴν ἀρχήν, τὸν δὲ δῆμον οὐκ εἶναι κύριον τἀλλότρια ἑτέρῳ §4.37.4διδόναι.
对于他所说的每一句话,大家都报以极大的赞誉,并且众人都渴望知道他说这些话的意图。 最后,他说道:塔尔昆纽斯指责他不公正地占有了本该属于其自身的王位;因为塔尔昆纽斯声称,其祖父临终时将统治权连同财产一并留给了他,而民众并没有权力将属于他人的东西送给另一个人。
κραυγῆς δὲ καὶ ἀγανακτήσεως ἐξ ἁπάντων ἐπὶ τούτῳ γενομένης σιωπῆσαι κελεύσας αὐτοὺς ἠξίου μηδὲν ἄχθεσθαι μηδὲ ἀγανακτεῖν πρὸς τὸν λόγον, ἀλλʼ εἴ τι δίκαιον εἰπεῖν ἔχει Ταρκύνιος, καλεῖν αὐτὸν καὶ διδαχθέντας, ἐάν τʼ ἀδικούμενον εὕρωσιν ἐάν τʼ ἐπιτηδειότερον ἄρχειν, ἐκείνῳ παραδοῦναι τὴν τῆς πόλεως προστασίαν· αὐτὸς δὲ τῆς ἀρχῆς ἔφησεν ἀφίστασθαι καὶ ἀποδιδόναι τοῖς κυρίοις, παρʼ ὧν αὐτὴν ἔλαβεν.
听闻此言,所有人中爆发出一阵呼喊和愤慨。 他命令大家安静下来,请求他们不要对这些话感到气恼或愤慨,而是说,如果塔尔昆纽斯有任何合理的理由,就应当传召他,并且在了解事实之后,无论他们发现塔尔昆纽斯是受了委屈,还是发现他更适合统治,都应将城邦的领导权交给他;而他自己则表示将放弃权力,并将其归还给赋予他权力的合法主人。
§4.37.5ταῦτα λέξαντος αὐτοῦ καταβαίνειν τʼ ἀπὸ τοῦ βήματος βουλομένου κραυγή τʼ ἐξ ἁπάντων ἐγίνετο καὶ δεήσεις πολλαὶ σὺν οἰμωγαῖς ὑπὲρ τοῦ μηδενὶ παραχωρεῖν τῆς ἀρχῆς· τινὲς δʼ ἐξ αὐτῶν καὶ βάλλειν τὸν Ταρκύνιον ἐβόων.
在他说了这些并试图走下演讲台时,所有人中爆发出呼喊声,并伴随着哀求,多方恳求他不要向任何人让出权力;他们中甚至有人高喊要用石头砸死塔尔昆纽斯。
ἐκεῖνος μὲν οὖν δείσας τὴν ἐκ χειρὸς δίκην ὁρμῆς ἤδη γινομένης τῶν ὄχλων ἐπʼ αὐτὸν ᾤχετο φεύγων ἅμα τοῖς ἑταίροις·
因此,塔尔昆纽斯害怕在人群已经开始向他冲来时遭到私刑,便与同伴一起仓皇逃走。
τὸν δὲ Τύλλιον ἡ πληθὺς ἅπασα μετὰ χαρᾶς καὶ κρότου καὶ πολλῆς εὐφημίας παραπέμπουσα μέχρι τῆς οἰκίας κατέστησεν.
而全体民众则在喜悦、掌声和极大的欢呼中,将图利乌斯一路护送回了家。

词汇与语法注释

  1. p.v.2p.67καταλιπεῖν — 间接引语中的不定式,带有 `γάρ`,用以表示塔尔昆纽斯所声称的理由,最终取决于前文的 `ἔφησεν ὅτι`(他说道)。
  2. 735καλεῖν — 依附于主句动词 `ἠξίου`(他请求)的不定式,以民众为其实质上的主语(宾格),表示间接的命令或请求。
  3. 735ᾤχετο φεύγων — 动词 `οἴχομαι`(离去)与现在分词结合的惯用表达,用以强调动作的完成或迅速离去(“仓皇逃去”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.37.1-4.37.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.37.1-4.37.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。