§4.31.1λέγει πρὸς αὐτὸν ὁ Ταρκύνιος·
タルκィニウスは彼に向かって言う。
βραχύς ἐστιν ὁ παρʼ ἐμοῦ λόγος, ὦ Τύλλιε, καὶ δίκαιος·
「テュッリウスよ、私の言葉は簡潔であり、正当なものである。
καὶ διὰ τοῦτο προειλόμην αὐτὸν εἰς τούτους ἐκφέρειν.
そしてそれゆえに、私はこの人々(元老院議員たち)の前でこれを述べることを選んだ。
Ταρκύνιος ἐμὸς ὢν πάππος ἐκτήσατο τὴν Ῥωμαίων ἀρχὴν πολλοὺς καὶ μεγάλους ἀγῶνας ὑπὲρ αὐτῆς ἀράμενος·
私の祖父であるタルクィニウスは、ローマの支配権のために多くの、そして大きな戦いに身を投じて、それを手に入れた。
ἐκείνου τελευτήσαντος ἐγὼ διάδοχός εἰμι κατὰ τοὺς κοινοὺς ἁπάντων Ἑλλήνων τε καὶ βαρβάρων νόμους·
彼が亡くなったとき、ギリシア人と野蛮人のすべての共通の法に従って、私はその後継者である。
καὶ προσήκει μοι καθάπερ καὶ τοῖς ἄλλοις τοῖς διαδεχομένοις τὰ παππῷα, μὴ μόνον τῶν χρημάτων, ἀλλὰ §4.31.2καὶ τῆς βασιλείας αὐτοῦ κληρονομεῖν.
そして、祖父の遺産を相続する他の人々と同じように、私にとっても、その財産だけでなく、彼の王位をも相続することが当然なのである。
σὺ δὲ τὰ μὲν χρήματα τὰ καταλειφθέντα ὑπʼ αὐτοῦ παραδέδωκάς μοι, τὴν δὲ βασιλείαν ἀποστερεῖς με καὶ τοσοῦτον ἤδη κατέχεις χρόνον, οὐκ ἐκ τοῦ δικαίου λαβών·
しかし、あなたは彼が遺した財産は私に引き渡したものの、王位からは私を遠ざけ、不当な方法で手に入れたまま、これほど長い間それを保持している。
οὔτε γὰρ μεσοβασιλεῖς σε ἀπέδειξαν, οὔτε ἡ βουλὴ ψῆφον ὑπὲρ σοῦ διήνεγκεν, οὔτε ἀρχαιρεσίαις νομίμοις τῆς ἐξουσίας ταύτης ἔτυχες, ὡς ὁ πάππος τε οὑμὸς καὶ πάντες οἱ πρὸ αὐτοῦ γενόμενοι βασιλεῖς·
というのも、インテルレクス(間王)たちがあなたを指名したわけでもなく、元老院があなたのために票を投じたわけでもなく、また、私の祖父や彼より前のすべての王たちのように、合法的な民会によってこの権力を得たわけでもないからである。
ἀλλὰ τὸ ἀνέστιον καὶ ἄπορον καὶ πρὸς καταδίκας ἢ χρέα τὴν ἐπιτιμίαν ἀπολωλεκὸς φῦλον, ᾧ τῶν κοινῶν οὐδενὸς ἔμελε, καταμισθοδοτήσας καὶ πάντα τρόπον διαφθείρας, καὶ οὐδὲ τότε μέντοι σαυτῷ πράττειν τὴν δυναστείαν λέγων, ἀλλʼ ἡμῖν φυλάξειν σκηπτόμενος ὀρφανοῖς οὖσι καὶ νηπίοις, ἐπὶ τὰ πράγματα παρῆλθες καὶ πάντων ἀκουόντων ὡμολόγεις, ὅταν ἀνδρωθῶμεν ἡμεῖς, ἐμοὶ
そうではなく、有罪判決や負債によって市民権を失い、公共の事柄には全く関心のない、家もなく貧しい群衆を、金で雇い、あらゆる方法で腐敗させ、しかもその時、あなた自身のために支配権を手に入れるとは言わず、孤児であり幼子であった我々のためにそれを守るのだと言い訳して国政に現れたのである。
§4.31.3παραδώσειν ὄντι πρεσβυτέρῳ τὴν ἀρχήν.
そして、誰もが聞いている中で、我々が成人したときには、年長者である私に支配権を引き渡すと約束したではないか。
ἐχρῆν μὲν οὖν σε, εἰ τὰ δίκαια ποιεῖν ἤθελες, ὅτε μοι τὸν οἶκον τοῦ πάππου παρεδίδους, ἅμα τοῖς χρήμασι καὶ τὴν βασιλείαν ἀποδεδωκέναι παραδείγμασι χρώμενον τοῖς τῶν καλῶν καὶ ἀγαθῶν ἐπιτρόπων ἔργοις, ὅσοι βασιλικοὺς παῖδας ὀρφανοὺς πατέρων παραλαβόντες εἰς ἄνδρας ἐλθοῦσιν ὀρθῶς καὶ δικαίως τὰς πατρῴας καὶ §4.31.4προγονικὰς ἀπέδωκαν ἀρχάς·
それゆえ、もしあなたが正しいことを行おうと望んでいたのなら、祖父の家を私に引き渡したときに、財産と一緒に王位をも返還すべきであった。 父親を失い孤児となった王の子供たちを引き受け、彼らが成人に達したときに、正しく公正に父祖のまた先祖伝来の支配権を返還した、優れた誠実な後見人たちの行いを手本とすべきであった。
εἰ δὲ μήπω σοι φρονεῖν τὰ καθήκοντα ἐφαινόμην, ἀλλʼ ἔτι διὰ τὸ νέον τῆς ἡλικίας οὐχ ἱκανὸς εἶναι πόλιν τηλικαύτην διοικεῖν, ὅτʼ εἰς τὴν κρατίστην παρεγενόμην τοῦ σώματος καὶ τῆς φρονήσεως ἀκμὴν τριάκοντα γεγονὼς ἔτη, μετὰ τοῦ γάμου τῆς θυγατρὸς καὶ τὰ τῆς πόλεως ἐγχειρίσαι πράγματα·
しかし、もし私が果たすべき義務を理解しているようにまだあなたに見えなかった、あるいは私の若さゆえに、これほど大きな都市を統治するにはまだ不十分であると思われたのなら、私が三十歳になり、肉体と知性の最高の全盛期に達したとき、娘との結婚とともに、都市の国政をも委ねるべきであったのだ。
ταύτην γέ τοι τὴν ἡλικίαν ἔχων καὶ σὺ τόν τʼ οἶκον τὸν ἡμέτερον ἐπιτροπεύειν ἤρξω καὶ τῆς βασιλείας ἐπιμελεῖσθαι.
実際、あなたもこの年齢のときに、我々の家を管理し始め、王国の世話をするようになったのだから。 」