Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.31.1-4.31.4

塔克文主张王位继承权并谴责图利乌斯

第 275 段,共 962 段 · 希腊语

内容简介

塔克文向图利乌斯申明自己基于血统的正当王位继承权,指责图利乌斯通过收买民众非法篡夺王位,并违背承诺长期把持政权。

§4.31.1λέγει πρὸς αὐτὸν ὁ Ταρκύνιος· βραχύς ἐστιν ὁ παρʼ ἐμοῦ λόγος, ὦ Τύλλιε, καὶ δίκαιος· καὶ διὰ τοῦτο προειλόμην αὐτὸν εἰς τούτους ἐκφέρειν.
塔克文对他说:“图利乌斯,我的话既简短又公正;正是因为这个原因,我选择在这些人面前说出来。
Ταρκύνιος ἐμὸς ὢν πάππος ἐκτήσατο τὴν Ῥωμαίων ἀρχὴν πολλοὺς καὶ μεγάλους ἀγῶνας ὑπὲρ αὐτῆς ἀράμενος·
塔克文是我的祖父,他为罗马的统治付出了许多巨大的斗争,从而获得了这一权力。
ἐκείνου τελευτήσαντος ἐγὼ διάδοχός εἰμι κατὰ τοὺς κοινοὺς ἁπάντων Ἑλλήνων τε καὶ βαρβάρων νόμους· καὶ προσήκει μοι καθάπερ καὶ τοῖς ἄλλοις τοῖς διαδεχομένοις τὰ παππῷα, μὴ μόνον τῶν χρημάτων, ἀλλὰ §4.31.2καὶ τῆς βασιλείας αὐτοῦ κληρονομεῖν.
在他去世后,根据所有希腊人和野蛮人共同的法律,我是他的继承人;正如其他继承祖父遗产的人一样,对我来说,不仅继承他的财产,而且继承他的王位也是理所当然的。
σὺ δὲ τὰ μὲν χρήματα τὰ καταλειφθέντα ὑπʼ αὐτοῦ παραδέδωκάς μοι, τὴν δὲ βασιλείαν ἀποστερεῖς με καὶ τοσοῦτον ἤδη κατέχεις χρόνον, οὐκ ἐκ τοῦ δικαίου λαβών·
然而,你虽然把手头他留下来的财产交给了我,却剥夺了我的王位,并且已经霸占了这么长时间,这并非出于正义。
οὔτε γὰρ μεσοβασιλεῖς σε ἀπέδειξαν, οὔτε ἡ βουλὴ ψῆφον ὑπὲρ σοῦ διήνεγκεν, οὔτε ἀρχαιρεσίαις νομίμοις τῆς ἐξουσίας ταύτης ἔτυχες, ὡς ὁ πάππος τε οὑμὸς καὶ πάντες οἱ πρὸ αὐτοῦ γενόμενοι βασιλεῖς·
因为既没有间王任命你,元老院也没有为你投票,你也没有像我的祖父和在他之前的所有国王那样,通过合法的民会获得这一权力。
ἀλλὰ τὸ ἀνέστιον καὶ ἄπορον καὶ πρὸς καταδίκας ἢ χρέα τὴν ἐπιτιμίαν ἀπολωλεκὸς φῦλον, ᾧ τῶν κοινῶν οὐδενὸς ἔμελε, καταμισθοδοτήσας καὶ πάντα τρόπον διαφθείρας, καὶ οὐδὲ τότε μέντοι σαυτῷ πράττειν τὴν δυναστείαν λέγων, ἀλλʼ ἡμῖν φυλάξειν σκηπτόμενος ὀρφανοῖς οὖσι καὶ νηπίοις, ἐπὶ τὰ πράγματα παρῆλθες καὶ πάντων ἀκουόντων ὡμολόγεις, ὅταν ἀνδρωθῶμεν ἡμεῖς, ἐμοὶ
相反,你用金钱收买并以各种方式腐蚀了那些因判决或债务而失去公民权、无家无业、对公共事务毫无关心的穷苦之徒,而且当时你甚至不说是为自己谋取统治权,而是借口为我们这些孤儿和幼童守护它,从而登上了权力宝座。
§4.31.3παραδώσειν ὄντι πρεσβυτέρῳ τὴν ἀρχήν.
在众人都听得到的情况下,你承诺当我们成年时,将把王位交给作为长者的我。
ἐχρῆν μὲν οὖν σε, εἰ τὰ δίκαια ποιεῖν ἤθελες, ὅτε μοι τὸν οἶκον τοῦ πάππου παρεδίδους, ἅμα τοῖς χρήμασι καὶ τὴν βασιλείαν ἀποδεδωκέναι παραδείγμασι χρώμενον τοῖς τῶν καλῶν καὶ ἀγαθῶν ἐπιτρόπων ἔργοις, ὅσοι βασιλικοὺς παῖδας ὀρφανοὺς πατέρων παραλαβόντες εἰς ἄνδρας ἐλθοῦσιν ὀρθῶς καὶ δικαίως τὰς πατρῴας καὶ §4.31.4προγονικὰς ἀπέδωκαν ἀρχάς·
因此,如果你想做公正的事,那么当你把祖父的家业移交给我时,你就应该把王位和财产一并交还,效仿那些优秀而正直的监护人的行为,他们在接管了失去父亲的王室孤儿后,在他们成年时,正确而公正地归还了他们父辈和祖传的统治权。
εἰ δὲ μήπω σοι φρονεῖν τὰ καθήκοντα ἐφαινόμην, ἀλλʼ ἔτι διὰ τὸ νέον τῆς ἡλικίας οὐχ ἱκανὸς εἶναι πόλιν τηλικαύτην διοικεῖν, ὅτʼ εἰς τὴν κρατίστην παρεγενόμην τοῦ σώματος καὶ τῆς φρονήσεως ἀκμὴν τριάκοντα γεγονὼς ἔτη, μετὰ τοῦ γάμου τῆς θυγατρὸς καὶ τὰ τῆς πόλεως ἐγχειρίσαι πράγματα·
但是,如果我当时在你看来还不能理解应尽的职责,而只是因为年轻,还没有能力治理这样一个大都市,那么当我三十岁、达到身体和智力的全盛时期时,你就应当在把女儿嫁给我的同时,把城邦的政务也托付给我。
ταύτην γέ τοι τὴν ἡλικίαν ἔχων καὶ σὺ τόν τʼ οἶκον τὸν ἡμέτερον ἐπιτροπεύειν ἤρξω καὶ τῆς βασιλείας ἐπιμελεῖσθαι.
因为正是你在这个年龄的时候,也开始管理我们的家业并照管这个王国的。 ”

词汇与语法注释

  1. 4.31.1μὴ μόνον τῶν χρημάτων, ἀλλὰ — 此句与 §4.31.2 中的 καὶ τῆς βασιλείας αὐτοῦ κληρονομεῖν 紧密相连。动词不定式 κληρονομεῖν(继承)支配属格,在此处以 τῶν χρημάτων(财产)和 τῆς βασιλείας(王位)这两个属格为宾语。整个不定式短语作为无人称动词 προσήκει(理所当然、适合)的主语(主格不定式)起作用。
  2. 4.31.2ἀποστερεῖς με — 关于动词 ἀποστερέω(剥夺、使……失去)的格支配判断。该动词采取双宾格句型,即“剥夺[某人:宾格]的[某物:宾格或属格]”。在此处,它与人称代词宾格 με 以及作为被剥夺对象的宾格名词 τὴν βασιλείαν(王位)连用。
  3. 4.31.2ἀλλὰ τὸ ἀνέστιον ... ἐπὶ τὰ πράγματα παρῆλθες — 对一个包含多个分词从句、极其冗长且复杂的句子结构的梳理。该句的骨架是:宾格名词短语 τὸ ἀνέστιον ... φῦλον(无家可归且贫困的群氓)作为分词 καταμισθοδοτήσας(雇佣)和 διαφθείρας(腐蚀)的直接宾语,接着由分词 λέγων(说)和 σκηπτόμενος(借口)进一步限定主语的状态,最终导向主句的动词 παρῆλθες(你登上了权力宝座)。
  4. 4.31.4ἐγχειρίσαι — 不定式 ἐγχειρίσαι(托付、委任)在句法上的依赖关系。该不定式受 §4.31.3 开头的无人称过去时动词 ἐχρῆν(本应该……)支配。虽然中间插入了长条件句(εἰ δὲ...)导致结构变得不明显,但它表达了对图利乌斯过去的义务或谴责:“当我满三十岁时,你本应该在女儿出嫁的同时,把城邦的政务也托付给我”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.31.1-4.31.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.31.1-4.31.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。