§4.30.1τοιαῦτα τῆς Τυλλίας λεγούσης ἄσμενος δέχεται τὰς αἱρέσεις ὁ Ταρκύνιος, καὶ αὐτίκα δοὺς αὐτῇ πίστεις καὶ λαβὼν τὰ προτέλεια τῶν ἀνοσίων γάμων διαπραξάμενος ἀπέρχεται.
テュッリアがこのように言うと、タルクィニウスは喜んでその提案を受け入れ、すぐに彼女に誓いを与え、また受け取り、神聖ならざる結婚の予備儀礼を済ませて立ち去った。
διελθόντος δʼ οὐ πολλοῦ μετὰ ταῦτα χρόνου τοῖς αὐτοῖς πάθεσιν ἀποθνήσκουσιν ἥ τε πρεσβυτέρα τῶν Τυλλίου θυγατέρων καὶ ὁ νεώτερος τῶν Ταρκυνίων.
その後、間もなくして、テュッリウスの娘たちのうち姉の方と、タルクィニウスらのうち弟の方が、同じ病によって世を去った。
§4.30.2ἐνταῦθα πάλιν ἀναγκάζομαι μεμνῆσθαι Φαβίου καὶ τὸ ῥᾴθυμον αὐτοῦ περὶ τὴν ἐξέτασιν τῶν χρόνων ἐλέγχειν.
ここで私は再びファビウスについて言及し、彼が年代の調査において怠慢であったことを批判せざるを得ない。
ἐπὶ γὰρ τῆς Ἀρροῦντος τελευτῆς γενόμενος οὐ καθʼ ἓν ἁμαρτάνει μόνον, ὃ καὶ πρότερον ἔφην, ὅτι γέγραφεν υἱὸν εἶναι Ταρκυνίου τὸν Ἀρροῦντα·
アッルンスの死という出来事に至るにあたり、彼は私が以前にも言った、アッルンスをタルクィニウスの息子と記述したという一つの誤りだけでなく、もう一つの誤りも犯している。
ἀλλὰ καὶ καθʼ ἕτερον, ὅτι φησὶν ἀποθανόντα ὑπὸ τῆς μητρὸς Τανακυλλίδος τεθάφθαι, ἣν ἀμήχανον ἦν ἔτι καὶ κατʼ ἐκείνους περιεῖναι τοὺς χρόνους.
すなわち、彼が死んだ際、その母タナクィリスによって葬られたと述べている点である。 しかし、彼女がその時代にまだ生存していることは不可能であった。
§4.30.3ἐδείχθη γὰρ ἐν ἀρχαῖς ἑβδομηκοστὸν ἔχουσα καὶ πέμπτον ἔτος ἡ Τανακυλλίς, ὅτε βασιλεὺς Ταρκύνιος ἐτελεύτα·
なぜなら、タナクィリスはタルクィニウス王が死んだとき、七十五歳であったことが初めに示されているからである。
προστεθέντων δὴ τοῖς ἑβδομήκοντα καὶ πέντε ἔτεσιν ἑτέρων τετταράκοντα ἐτῶν· ἐν γὰρ ταῖς ἐνιαυσίοις ἀναγραφαῖς κατὰ τὸν τετταρακοστὸν ἐνιαυτὸν τῆς Τυλλίου ἀρχῆς τὸν Ἀρροῦντα τετελευτηκότα παρειλήφαμεν· ἐτῶν ἡ Τανακυλλὶς ἔσται πεντεκαίδεκα πρὸς τοῖς ἑκατόν.
この七十五年にさらに四十年間を加えると(というのも、年々の記録によれば、テュッリウスの治世の第四十年にアッルンスが死んだと我々に伝えられているからである)、タナクィリスは百十五歳になってしまう。
οὕτως ὀλίγον ἐστὶν ἐν ταῖς ἱστορίαις αὐτοῦ τὸ περὶ τὴν ἐξέτασιν τῆς ἀληθείας ταλαίπωρον.
彼の歴史記述において、真実の探求に対する骨折りはこれほどまでにわずかなのである。
§4.30.4μετὰ τοῦτο τὸ ἔργον οὐδὲν ἔτι διαμελλήσας ὁ Ταρκύνιος ἐπάγεται γυναῖκα τὴν Τυλλίαν οὔτε τοῦ πατρὸς αὐτῆς βεβαιοῦντος τὸν γάμον οὔτε τῆς μητρὸς συνευδοκούσης, ἀλλʼ αὐτὴν παρʼ ἑαυτῆς λαβών.
この事件の後、タルクィニウスはもはや少しも躊躇することなく、テュッリアを妻として迎えた。 彼女の父がこの結婚を認めることも、母が同意することもなく、ただ彼女を彼女自身の手から受け取ったのである。
§4.30.5ὡς δὲ συνεκεράσθησαν αἱ ἀνόσιοι καὶ ἀνδροφόνοι φύσεις, ἐκβαλεῖν ἐκ τῆς βασιλείας τὸν Τύλλιον, εἰ μὴ βούλοιτο ἑκὼν παραδοῦναι τὴν ἀρχήν, ἐμηχανῶντο ἑταιρίας τε συνάγοντες καὶ τῶν πατρικίων τοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν βασιλέα καὶ τὰ δημοτικὰ πολιτεύματα παρακαλοῦντες ἔκ τε τοῦ δημοτικοῦ πλήθους τοὺς ἀπορωτάτους, οἷς οὐδενὸς τῶν δικαίων φροντὶς ἦν, χρήμασιν ἐξωνούμενοι καὶ οὐδὲ ἀφανῶς ἕκαστα τούτων πράττοντες.
このように、神聖ならざる、かつ人殺しの気性を持った二人が結びつくと、もしテュッリウスが自ら進んで王位を譲ることを望まないなら彼を国から追放しようと、彼らは党派を結成したり、貴族たちの中で王や民主的な政策に反感を抱く者たちを味方に引き入れたり、また民衆の群れのうち正義など全く顧みない最も貧しい者たちを金で買収したりして画策し、これらのことをどれ一つとして人目を忍んで行うことすらしなかった。
§4.30.6ταῦτα δʼ ὁρῶν ὁ Τύλλιος ἤχθετο μὲν καὶ περὶ ἑαυτοῦ δεδιώς, εἴ τι πείσεται προκαταληφθείς·
これらを見てテュッリウスは、先手を打たれて何か不慮の災難に遭うのではないかと自分自身のことを恐れて苦悩した。
ἠγανάκτει δʼ οὐχ ἥκιστα, εἰ θυγατρὶ καὶ γαμβρῷ πολεμεῖν ἀναγκασθήσεται καὶ τιμωρίας ὡς παρʼ ἐχθρῶν λαμβάνειν, πολλάκις μετὰ τῶν φίλων προκαλούμενος εἰς λόγους τὸν Ταρκύνιον, καὶ τὰ μὲν ἐγκαλῶν, τὰ δὲ νουθετῶν, τὰ δὲ πείθων μηδὲν εἰς ἑαυτὸν ἐξαμαρτάνειν·
何よりも、娘や婿と戦うことを強いられ、敵に対するかのように彼らから害を加えられることになるのを深く憤り、しばしば友人たちを伴ってタルクィニウスを話し合いに呼び出し、時には非難し、時には諭し、時には自分に対して過ちを犯さないよう説得した。
ὡς δʼ οὐ προσεῖχεν αὐτῷ τὴν διάνοιαν, ἀλλʼ ἐπὶ τῆς βουλῆς ἔφη τὰ δίκαια πρὸς αὐτὸν ἐρεῖν, συγκαλέσας τὸ συνέδριον·
しかしタルクィニウスが彼に全く耳を傾けず、むしろ元老院において彼に対して正当な主張を述べると言ったため、テュッリウスは元老院会議を招集して言った。
§4.30.7ἄνδρες, ἔφη, βουλευταί, Ταρκύνιος ἑταιρίας ἐπʼ ἐμὲ συνάγων καὶ προθυμούμενος ἐκβαλεῖν με τῆς ἀρχῆς καταφανὴς γέγονέ μοι.
「元老院議員の諸君」と彼は言った。 「タルクィニウスが私に対して党派を結成し、私を支配の座から追い出そうと熱望していることが、私に明らかになりました。
βούλομαι δὲ πάντων ὑμῶν παρόντων μαθεῖν παρʼ αὐτοῦ, τί πεπονθὼς ἰδίᾳ κακὸν ἢ τί τὴν πόλιν ὁρῶν ἀδικουμένην ὑπʼ ἐμοῦ ταῦτʼ ἐπʼ ἐμοὶ μηχανᾶται.
私は、あなたがた全員が同席する中で彼から聞き出したいのです。 私から個人的にどのような害を被ったために、あるいは、国家が私によって害されているのを目の当たりにしたために、私に対してこのような陰謀を企てているのかを。
ἀπόκριναι δή, Ταρκύνιε, μηδὲν ἀποκρυψάμενος, τί μου κατηγορεῖν ἔχεις, ἐπειδὴ τούτους ἠξίους ἀκοῦσαι.
さあ、タルクィニウス、何も隠すことなく答えなさい。 あなたがこの人々(元老院)に聞かせたいと望んだのだから、私に対してどのような不満があるのかを。 」