§4.30.1τοιαῦτα τῆς Τυλλίας λεγούσης ἄσμενος δέχεται τὰς αἱρέσεις ὁ Ταρκύνιος, καὶ αὐτίκα δοὺς αὐτῇ πίστεις καὶ λαβὼν τὰ προτέλεια τῶν ἀνοσίων γάμων διαπραξάμενος ἀπέρχεται.
图利娅说出这番话后,塔克文欣然接受了她的建议,并立即与她互相立誓保证,在履行了这不洁婚姻的预备礼之后便离开了。
διελθόντος δʼ οὐ πολλοῦ μετὰ ταῦτα χρόνου τοῖς αὐτοῖς πάθεσιν ἀποθνήσκουσιν ἥ τε πρεσβυτέρα τῶν Τυλλίου θυγατέρων καὶ ὁ νεώτερος τῶν Ταρκυνίων.
此后没过多久,图利乌斯的两个女儿中居长者与塔克文兄弟中居幼者便因同样的病症而死去。
§4.30.2ἐνταῦθα πάλιν ἀναγκάζομαι μεμνῆσθαι Φαβίου καὶ τὸ ῥᾴθυμον αὐτοῦ περὶ τὴν ἐξέτασιν τῶν χρόνων ἐλέγχειν.
在这里,我不得不再次提及法比乌斯,并指出他在考证年代时的草率。
ἐπὶ γὰρ τῆς Ἀρροῦντος τελευτῆς γενόμενος οὐ καθʼ ἓν ἁμαρτάνει μόνον, ὃ καὶ πρότερον ἔφην, ὅτι γέγραφεν υἱὸν εἶναι Ταρκυνίου τὸν Ἀρροῦντα· ἀλλὰ καὶ καθʼ ἕτερον, ὅτι φησὶν ἀποθανόντα ὑπὸ τῆς μητρὸς Τανακυλλίδος τεθάφθαι, ἣν ἀμήχανον ἦν ἔτι καὶ κατʼ ἐκείνους περιεῖναι τοὺς χρόνους.
因为当讲到阿伦斯之死时,他不仅犯了我之前提到的一个错误,即将阿伦斯写成塔克文的儿子,而且还犯了另一个错误,即声称阿伦斯死后是由其母亲塔纳奎尔安葬的,而塔纳奎尔在那个时代是根本不可能还活着的。
§4.30.3ἐδείχθη γὰρ ἐν ἀρχαῖς ἑβδομηκοστὸν ἔχουσα καὶ πέμπτον ἔτος ἡ Τανακυλλίς, ὅτε βασιλεὺς Ταρκύνιος ἐτελεύτα· προστεθέντων δὴ τοῖς ἑβδομήκοντα καὶ πέντε ἔτεσιν ἑτέρων τετταράκοντα ἐτῶν· ἐν γὰρ ταῖς ἐνιαυσίοις ἀναγραφαῖς κατὰ τὸν τετταρακοστὸν ἐνιαυτὸν τῆς Τυλλίου ἀρχῆς τὸν Ἀρροῦντα τετελευτηκότα παρειλήφαμεν· ἐτῶν ἡ Τανακυλλὶς ἔσται πεντεκαίδεκα πρὸς τοῖς ἑκατόν.
因为此前已经指出,当塔克文国王去世时,塔纳奎尔正值七十五岁;如果在这七十五岁上再加上另外的四十年——因为在编年史中我们得知阿伦斯死于图利乌斯在位的第四十年——那么塔纳奎尔将是一百一十五岁。
οὕτως ὀλίγον ἐστὶν ἐν ταῖς ἱστορίαις αὐτοῦ τὸ περὶ τὴν ἐξέτασιν τῆς ἀληθείας ταλαίπωρον.
在他的历史著作中,对于真理的考证竟是如此缺乏艰苦的努力。
§4.30.4μετὰ τοῦτο τὸ ἔργον οὐδὲν ἔτι διαμελλήσας ὁ Ταρκύνιος ἐπάγεται γυναῖκα τὴν Τυλλίαν οὔτε τοῦ πατρὸς αὐτῆς βεβαιοῦντος τὸν γάμον οὔτε τῆς μητρὸς συνευδοκούσης, ἀλλʼ αὐτὴν παρʼ ἑαυτῆς λαβών.
在这件事情之后,塔克文不再拖延,娶了图利娅为妻,这既没有得到她父亲的认可,也没有得到她母亲的同意,而只是直接从她自己手中将她接纳过来。
§4.30.5ὡς δὲ συνεκεράσθησαν αἱ ἀνόσιοι καὶ ἀνδροφόνοι φύσεις, ἐκβαλεῖν ἐκ τῆς βασιλείας τὸν Τύλλιον, εἰ μὴ βούλοιτο ἑκὼν παραδοῦναι τὴν ἀρχήν, ἐμηχανῶντο ἑταιρίας τε συνάγοντες καὶ τῶν πατρικίων τοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν βασιλέα καὶ τὰ δημοτικὰ πολιτεύματα παρακαλοῦντες ἔκ τε τοῦ δημοτικοῦ πλήθους τοὺς ἀπορωτάτους, οἷς οὐδενὸς τῶν δικαίων φροντὶς ἦν, χρήμασιν ἐξωνούμενοι καὶ οὐδὲ ἀφανῶς ἕκαστα τούτων πράττοντες.
当这两个邪恶且具有杀人本性的人结合在一起后,他们便阴谋将图利乌斯驱逐出王位,除非他愿意自愿交出权力。 他们为此拉帮结派,极力拉拢那些对国王及其亲民政策怀有敌意的贵族,并且用金钱收买平民中最穷困、最不在乎正义的那些人,而且在做这些事情时甚至毫不避人。
§4.30.6ταῦτα δʼ ὁρῶν ὁ Τύλλιος ἤχθετο μὲν καὶ περὶ ἑαυτοῦ δεδιώς, εἴ τι πείσεται προκαταληφθείς· ἠγανάκτει δʼ οὐχ ἥκιστα, εἰ θυγατρὶ καὶ γαμβρῷ πολεμεῖν ἀναγκασθήσεται καὶ τιμωρίας ὡς παρʼ ἐχθρῶν λαμβάνειν, πολλάκις μετὰ τῶν φίλων προκαλούμενος εἰς λόγους τὸν Ταρκύνιον, καὶ τὰ μὲν ἐγκαλῶν, τὰ δὲ νουθετῶν, τὰ δὲ πείθων μηδὲν εἰς ἑαυτὸν ἐξαμαρτάνειν·
看到这一切,图利乌斯深感忧虑,也为自己担心,害怕自己因防备不及而遭遇不测;同时他也极其愤慨,因为他将被迫与自己的女儿和女婿为敌,并像对待仇敌一样遭到他们的惩罚。 他经常在朋友的陪同下召集塔克文进行谈话,有时指责他,有时规劝他,有时说服他不要对自己做出过错。
ὡς δʼ οὐ προσεῖχεν αὐτῷ τὴν διάνοιαν, ἀλλʼ ἐπὶ τῆς βουλῆς ἔφη τὰ δίκαια πρὸς αὐτὸν ἐρεῖν, συγκαλέσας τὸ συνέδριον· §4.30.7ἄνδρες, ἔφη, βουλευταί, Ταρκύνιος ἑταιρίας ἐπʼ ἐμὲ συνάγων καὶ προθυμούμενος ἐκβαλεῖν με τῆς ἀρχῆς καταφανὴς γέγονέ μοι.
然而塔克文根本不听他的话,反而说他要在元老院面前说明自己对国王的权利,于是图利乌斯召集了元老院,说道: “各位元老,”他说,“塔克文通过结党营私来反对我,并渴望将我逐出王位,这一企图对我而言已经昭然若揭。
βούλομαι δὲ πάντων ὑμῶν παρόντων μαθεῖν παρʼ αὐτοῦ, τί πεπονθὼς ἰδίᾳ κακὸν ἢ τί τὴν πόλιν ὁρῶν ἀδικουμένην ὑπʼ ἐμοῦ ταῦτʼ ἐπʼ ἐμοὶ μηχανᾶται.
我想在你们大家都在场的情况下向他了解,他究竟是个人遭受了什么损害,还是看到城邦因我而遭受了什么不公,以至于要针对我策划这些阴谋。
ἀπόκριναι δή, Ταρκύνιε, μηδὲν ἀποκρυψάμενος, τί μου κατηγορεῖν ἔχεις, ἐπειδὴ τούτους ἠξίους ἀκοῦσαι.
那么,塔克文,请毫不隐瞒地回答,你对我有什么指控,既然你认为应当让这些人听你陈述。 ”