Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.27.1-4.27.7

テュリウスのエトルリア戦争と神殿建設および暗殺

271 / 962 箇所 · ギリシア語

要旨

セルウィウス・テュッリウス王は、タルクィニウスの死後に反乱を起こしたエトルリアの諸都市と20年にわたる戦争を戦い、これらを降伏させて和平を結んだ。その後、彼は幸運の女神の神殿を建設したが、最期は娘と義理の息子の陰謀によって殺害された。

§4.27.1μετὰ τὴν ταρκυνίου τελευτὴν αἱ παραδοῦσαι τὴν ἡγεμονίαν ἐκείνῳ πόλεις οὐκέτι φυλάττειν ἐβούλοντο τὰς ὁμολογίας Τυλλίῳ τʼ οὐκ ἀξιοῦσαι ταπεινῷ κατὰ γένος ὄντι ὑπακούειν, καὶ τὴν διαφορὰν τῶν πατρικίων τὴν πρὸς τὸν ἡγεμόνα γενομένην μεγάλην σφίσιν ὠφέλειαν παρέξειν νομίζουσαι.
タルクィニウスの死後、彼に指導権を引き渡した諸都市は、もはや協定を守ることを望まなかった。 テュッリウスにはその家柄が卑しいことから服従するに値しないとみなし、またパトリキたちと支配者との間に生じた不和が、自分たちに大きな利益をもたらすと考えたからである。
§4.27.2ἤρξαντο δὲ τῆς ἀποστάσεως οἱ καλούμενοι Οὐιεντανοὶ καὶ τοῖς ἐλθοῦσι παρὰ τοῦ Τυλλίου πρεσβευταῖς ἀπεκρίναντο μηδεμίαν εἶναί σφισι πρὸς ἐκεῖνον μήθʼ ὑπὲρ ἡγεμονίας παραχωρήσεως μήτε περὶ φιλίας καὶ συμμαχίας συνθήκην.
そして反乱を始めたのは、いわゆるウェイイ人たちであり、テュッリウスのもとから派遣されてきた使節たちに対して、指導権の委譲に関しても、友好や同盟に関しても、彼との間にはいかなる条約も存在しないと答えた。
ἀρξάντων δὲ τούτων Καιρητανοί τʼ ἠκολούθησαν καὶ Ταρκυνιῆται, καὶ τελευτῶσα ἐν ὅπλοις ἦν ἅπασα ἡ Τυρρηνία.
彼らが先陣を切ると、カエレ人とタルクィニイ人もこれに続き、最後にはエトルリア全体が武装蜂起した。
§4.27.3οὗτος ὁ πόλεμος εἴκοσι διέμεινεν ἔτη συνεχῶς πολεμούμενος εἰσβολάς τε πολλὰς ἀμφοτέρων μεγάλοις στρατεύμασι ποιουμένων εἰς τὴν ἀλλήλων καὶ παρατάξεις ἄλλας ἐπʼ ἄλλαις συνισταμένων.
この戦争は20年間にわたって絶え間なく戦われ、双方が大軍を率いて互いの領土へ何度も侵入を繰り返し、次々と会戦を交えた。
ἐν ἁπάσαις δὲ ταῖς μάχαις κατορθῶν ὁ Τύλλιος, ὅσαι κατὰ πόλεις τε καὶ πρὸς ὅλον τὸ ἔθνος αὐτῷ συνέστησαν, καὶ τρισὶν ἐπιφανεστάτοις κοσμηθεὶς θριάμβοις τελευτῶν ἠνάγκασε τοὺς οὐκ ἀξιοῦντας ἄρχεσθαι τὸν χαλινὸν ἑκόντας λαβεῖν.
テュッリウスは、都市単位および民族全体を相手に生じた、彼とのすべての戦闘において勝利を収め、3つの最も輝かしい凱旋式で飾られて、最後には、支配されることをよしとしなかった人々が自ら手綱を受け入れるよう強制した。
§4.27.4εἰκοστῷ δʼ οὖν ἔτει συνελθοῦσαι πάλιν αἱ δώδεκα πόλεις ἐξανηλωμέναι τῷ πολέμῳ τά τε σώματα καὶ τὰ χρήματα γνώμην ἔσχον παραδοῦναι Ῥωμαίοις τὴν ἡγεμονίαν ἐφʼ οἷς πρότερον ἐψηφίσαντο.
そこで20年目に、12の都市が再び集まり、戦争によって人的資源も資金も使い果たしていたため、以前に決議した条件に基づいてローマ人に指導権を引き渡す決意をした。
καὶ παρῆσαν ἀπὸ πάσης πόλεως οἱ προχειρισθέντες σὺν ἱκετηρίαις ἐπιτρέποντες Τυλλίῳ τὰς πόλεις καὶ μηδὲν ἀνήκεστον βουλεῦσαι περὶ αὐτῶν ἀξιοῦντες.
そして、すべての都市から選出された者たちが嘆願の枝を携えて現れ、テュッリウスに都市を委ね、自分たちについていかなる取り返しのつかない決定も下さないよう求めた。
§4.27.5Τύλλιος δὲ τῆς μὲν ἀφροσύνης ἕνεκα καὶ τῶν εἰς τοὺς θεοὺς ἀσεβημάτων, οὓς ἐγγυητὰς ποιησάμενοι τῶν ὁμολογιῶν παρέβησαν τὰ συγκείμενα, πολλῶν αὐτοὺς ἔφη τιμωριῶν ἀξίους εἶναι καὶ μεγάλων·
テュッリウスは、一方では彼らの愚行と、合意の保証人としておきながら約束に違反した神々に対する不敬のゆえに、彼らは多くの重大な処罰に値すると述べた。
τῆς δὲ Ῥωμαίων ἐπιεικείας καὶ μετριότητος, ἐπειδὴ συγγνόντες ἀδικεῖν στέμμασι καὶ λιτανείαις παρῃτοῦντο §4.27.6τὴν ὀργήν, οὐδὲν ἐν τῷ παρόντι ἀτυχήσειν.
しかし他方では、彼らが非を認めて花冠や嘆願をもって怒りを宥めようとしたので、ローマ人の寛大さと中庸さのゆえに、現時点では彼らがいかなる不幸も被ることはないだろうと述べた。
ταῦτʼ εἰπὼν καταλύεται τὸν πρὸς αὐτοὺς πόλεμον, ταῖς μὲν ἄλλαις πόλεσιν ἁπλῶς καὶ δίχα ὀργῆς μνησικάκου πολιτεύεσθαί τʼ ἀποδοὺς ὡς πρότερον καὶ τὰ ἴδια καρποῦσθαι, μενούσαις ἐν ταῖς γραφείσαις πρὸς αὐτὰς συνθήκαις ὑπὸ βασιλέως Ταρκυνίου·
このように述べて彼は彼らとの戦争を終わらせ、一方の他の都市には、単純にかつ根に持つ怒りを抱くことなしに、タルクィニウス王によって各都市との間に結ばれた条約に留まることを条件として、以前のように自治を行い自身の財産を享受することを許した。
τρεῖς δʼ ἐξ αὐτῶν πόλεις, αἳ προεξανέστησάν τε καὶ τὰς ἄλλας ἐπηγάγοντο κατὰ Ῥωμαίων ἐξενεγκεῖν τὸν πόλεμον, Καιρητανοὺς καὶ Ταρκυνιήτας καὶ Οὐιεντανούς, ἀφαιρέσει χώρας τιμωρησάμενος, ἣν κατεκληρούχησε Ῥωμαίων τοῖς νεωστὶ προσεληλυθόσι πρὸς τὴν πολιτείαν.
しかし、真っ先に蜂起し、他の都市をも誘い込んでローマ人に対して戦争を起こさせた3つの都市、すなわちカエレ人、タルクィニイ人、ウェイイ人に対しては、土地の没収によって処罰し、その土地を、新たに国制に加わったローマ人たちに分配した。
§4.27.7ταῦτα διαπραξάμενος ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους καὶ ναοὺς δύο κατασκευασάμενος Τύχης, ᾗ παρὰ πάντα τὸν βίον ἔδοξεν ἀγαθῇ κεχρῆσθαι, τὸν μὲν ἐν ἀγορᾷ τῇ καλουμένῃ Βοαρίᾳ, τὸν δʼ ἕτερον ἐπὶ ταῖς ἠιόσι τοῦ Τεβέριος, ἣν ἀνδρείαν προσηγόρευσεν, ὡς καὶ νῦν ὑπὸ Ῥωμαίων καλεῖται·
平和な時においても戦争中においてもこれらのことを成し遂げ、また、生涯を通じて恵まれた形であずかったと思われた「幸運」の神殿を2つ建設した。 一つは「ボアリア」と呼ばれる広場に、他方はテヴェレ川の岸辺に建てた神殿であり、彼はそれを「アンドレイア」と名付け、それは現在もローマ人からそう呼ばれている。
ἡλικίας τε προβεβηκὼς ἐπὶ πολὺ καὶ τῆς κατὰ φύσιν τελευτῆς οὐ μακρὰν ἀπέχων, ἐπιβουλευθεὶς ὑπὸ Ταρκυνίου τε τοῦ γαμβροῦ καὶ τῆς ἑαυτοῦ θυγατρὸς ἀποθνήσκει.
大いに高齢に達し、自然死からも遠くない時、義理の息子タルクィニウスと自身の娘によって陰謀を企てられ、彼は亡くなった。
διηγήσομαι δὲ καὶ τῆς ἐπιβουλῆς τὸν τρόπον μικρὰ τῶν ἔμπροσθεν γενομένων ἀναλαβών.
その陰謀の方法についても、それ以前に起こった出来事を少し遡って説明しよう。

語釈・文法注

  1. §4.27.1ταπεινῷ κατὰ γένος ὄντι — 現在分詞 ὄντι は与格名詞 Τυλλίῳ に性・数・格(男性単数与格)が一致しており、原因を表す副詞的分詞(「〜であるので」)として機能している。テュッリウスの低い出自が、周辺都市が服従を拒んだ理由であることを説明している。
  2. §4.27.5τῆς δὲ Ῥωμαίων ἐπιεικείας — 前文の τῆς μὲν ἀφροσύνης ἕνεκα(愚行のゆえに)との並行構造により、この属格句にも前置詞 ἕνεκα(〜のゆえに)が共通して適用され、省略されている。
  3. §4.27.6τρεῖς δʼ ἐξ αὐτῶν πόλεις ... Καιρητανοὺς — 主格の女性名詞 πόλεις に対し、具体的な都市名(住民名)として男性名詞の対格 Καιρητανούς... が置かれており、統辞的な不一致(アナコルトン)が生じている。これは後続する分詞 τιμωρησάμενος(処罰して)の直接目的語として、都市そのものよりも住民たちが強く意識されたことによる。
  4. §4.27.7ᾗ ... ἀγαθῇ κεχρῆσθαι — 関係代名詞 ᾗ(与格)は先行詞 Τύχης(属格)に係る。動詞 χράομαι が与格を支配するため与格をとっており、形容詞 ἀγαθῇ は補語として機能している(「彼女[幸運]を善きものとしてあずかった」)。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.27.1-4.27.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.27.1-4.27.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。