§4.26.1γνοὺς δὲ ταῦτα τοὺς κρατίστους ἄνδρας ἐξ ἑκάστης πόλεως συνεκάλει περὶ μεγάλων καὶ κοινῶν φήσας πραγμάτων συμβούλους αὐτοὺς συγκαλεῖν.
これらを理解すると、彼は、重大かつ共通の事柄について彼らを相談相手として招集するのだと告げて、各都市から最も有力な人々を招集した。
ἐπεὶ δὲ συνῆλθον, συναγαγὼν τήν τε Ῥωμαίων βουλὴν καὶ τοὺς ἀπὸ τῶν πόλεων ἥκοντας λόγον διεξῆλθε παρακλητικὸν ὁμονοίας, διδάσκων ὡς καλὸν μὲν χρῆμα πολλαὶ πόλεις μιᾷ γνώμῃ χρώμεναι, αἰσχρὰ δʼ ὄψις συγγενῶν ἀλλήλαις διαφερομένων·
彼らが集まると、彼はローマの元老院と各都市からやって来た者たちを一堂に集め、和合を勧める演説を行い、多くの都市が単一の意志を共有することは美しいことであるが、血族同士が互いに対立している様子は醜いものであると説いた。
αἴτιόν τʼ ἰσχύος μὲν ταῖς ἀσθενέσιν ἀποφαίνων ὁμοφροσύνην, ταπεινότητος δὲ καὶ ἀσθενείας καὶ ταῖς πάνυ ἰσχυραῖς ἀλληλοφθορίαν.
そして、和合は弱い都市にとっては強さの原因となるが、互いの破滅はきわめて強い都市にとっても卑小と弱さの原因となると指摘した。
§4.26.2ταῦτα διεξελθὼν ἐδίδασκεν αὐτούς, ὡς χρὴ Λατίνους μὲν τῶν προσοίκων ἄρχειν καὶ τὰ δίκαια τάττειν Ἕλληνας ὄντας βαρβάροις·
これらを詳細に述べた上で、彼は彼らに次のように説いた。 すなわち、ラティウム人たちはギリシア人なのだから、周辺に住む野蛮人たちを支配し、彼らに正義を規定せねばならない。
Ῥωμαίους δὲ τὴν ἁπάντων Λατίνων ἔχειν προστασίαν μεγέθει τε πόλεως προὔχοντας καὶ πραγμάτων ὄγκῳ καὶ τῇ προνοίᾳ τοῦ δαιμονίου κρείττονι κεχρημένους ἐκείνων, διʼ ἣν εἰς τοσαύτην ἐπιφάνειαν προῆλθον.
一方で、ローマ人は、都市の規模においても国力の大きさにおいても秀でており、また他よりも神格の優れた配慮を受けており、そのおかげでこれほどまでの顕著な地位に進んだのであるから、すべてのラティウム人の指導権を持つべきである、と。
§4.26.3τοιαῦτα διεξελθὼν συνεβούλευεν αὐτοῖς ἱερὸν ἄσυλον ἀπὸ κοινῶν ἀναλωμάτων ἐν Ῥώμῃ κατασκευάσασθαι, ἐν ᾧ θύσουσί θʼ αἱ πόλεις συνερχόμεναι καθʼ ἕκαστον ἐνιαυτὸν ἰδίας τε καὶ κοινὰς θυσίας καὶ πανηγύρεις ἄξουσιν, ἐν οἷς ἂν ὁρίσωσι χρόνοις, καί, εἴ τι γένοιτο πρόσκρουσμα αὐταῖς πρὸς ἀλλήλας, ἐκ τῶν ἱερῶν τοῦτο διαλύσονται, ταῖς ἄλλαις πόλεσιν ἐπιτρέψασαι τὰ ἐγκλήματα διαγνῶναι.
このようなことを詳細に述べた上で、彼は彼らに、共同の費用によってローマに聖なる避難所となる神殿を建設することを勧めた。 その中で、各都市は毎年集まって、個別および共同の犠牲を捧げ、自分たちが定める時期に祝祭を催すことになり、また、もし都市同士の間に何らかの衝突が生じたならば、他の都市にその紛争の裁決を委ねて、その聖所に基づいてそれを解決するのである。
§4.26.4διεξιὼν ταῦτα τε καὶ ὅσα ἄλλα ἕξουσιν ἀγαθὰ βουλευτήριον ἐγκαταστησάμενοι πάντας ἔπεισε τοὺς ἐν τῷ συνεδρίῳ παρόντας·
これらや、評議会を創設することによって自分たちが他にどれほど多くの便益を得るかについて詳細に述べることで、彼は会議に出席していたすべての人々を説得した。
καὶ μετὰ τοῦτο κατεσκεύασεν ἐξ ὧν ἅπασαι συνήνεγκαν αἱ πόλεις χρημάτων τὸν τῆς Ἀρτέμιδος νεών, τὸν ἐπὶ τοῦ μεγίστου τῶν ἐν τῇ Ῥώμῃ λόφων ἱδρυμένον Αὐεντίνου·
そしてこの後、彼はすべての都市が拠出した資金から、ローマの丘の中で最も高いアヴェンティヌスの丘の上に建てられたアルテミスの神殿を建設した。
καὶ τοὺς νόμους συνέγραψε ταῖς πόλεσι πρὸς ἀλλήλας καὶ τἆλλα τὰ περὶ τὴν ἑορτὴν καὶ πανήγυριν, ὃν ἐπιτελεσθήσεται τρόπον, ἔταξεν.
また、都市同士の間の法律を起草し、祝日や祝祭に関するその他の事柄が、どのように執り行われるべきかの方式を定めた。
§4.26.5ἵνα δὲ μηδεὶς χρόνος αὐτοὺς ἀφανίσῃ, στήλην κατασκευάσας χαλκῆν ἔγραψεν ἐν ταύτῃ τά τε δόξαντα τοῖς συνέδροις καὶ τὰς μετεχούσας τῆς συνόδου πόλεις.
いかなる歳月もこれらを消し去ることがないように、彼は青銅の碑を製作し、その上に会議の出席者たちによって決議されたことと、同盟に参加した都市を刻んだ。
αὕτη διέμεινεν ἡ στήλη μέχρι τῆς ἐμῆς ἡλικίας ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ κειμένη γραμμάτων ἔχουσα χαρακτῆρας, οἷς τὸ παλαιὸν ἡ Ἑλλὰς ἐχρῆτο.
この碑は、私の時代までアルテミスの神殿の中に置かれたまま残っており、かつてギリシアが用いていた文字の形を刻んでいた。
ὃ καὶ αὐτὸ ποιήσαιτʼ ἄν τις οὐ μικρὸν τεκμήριον τοῦ μὴ βαρβάρους εἶναι τοὺς οἰκίσαντας τὴν Ῥώμην.
このこと自体もまた、ローマを創建した者たちが野蛮人ではなかったということの、少なからぬ証拠とされうるだろう。
οὐ γὰρ ἂν Ἑλληνικοῖς ἐχρῶντο γράμμασιν ὄντες βάρβαροι.
なぜなら、もし彼らが野蛮人であったなら、ギリシアの文字を用いることはなかっただろうからである。
§4.26.6πολιτικαὶ μὲν δὴ πράξεις τοῦ βασιλέως τούτου σὺν ἄλλαις πολλαῖς ἐλάττοσί τε καὶ ἀμαυροτέραις αἱ μέγισται καὶ λαμπρόταται αὗται μνημονεύονται, πολεμικαὶ δʼ αἱ πρὸς ἓν τὸ Τυρρηνῶν ἔθνος γενόμεναι, περὶ ὧν μέλλω νῦν διεξιέναι.
この王の政治的な事績としては、他に多くのより小さく、また目立たないものもあるが、最大かつ最も輝かしいものとしてこれらが記憶されている。 一方で、軍事的な事績としては、エトルリアという一民族に対して行われたものが記憶されており、それについて私はこれから詳細に述べようとしている。