Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.27.1-4.27.7

图利乌斯的伊特鲁里亚战争与神庙建设及遇刺

第 271 段,共 962 段 · 希腊语

内容简介

塞维乌斯·图利乌斯国王与在塔克文死后发动叛乱的伊特鲁里亚诸城邦进行了长达二十年的战争,最终迫使他们投降并建立和平。在建造了命运女神庙后,他死于女儿和女婿的阴谋。

§4.27.1μετὰ τὴν ταρκυνίου τελευτὴν αἱ παραδοῦσαι τὴν ἡγεμονίαν ἐκείνῳ πόλεις οὐκέτι φυλάττειν ἐβούλοντο τὰς ὁμολογίας Τυλλίῳ τʼ οὐκ ἀξιοῦσαι ταπεινῷ κατὰ γένος ὄντι ὑπακούειν, καὶ τὴν διαφορὰν τῶν πατρικίων τὴν πρὸς τὸν ἡγεμόνα γενομένην μεγάλην σφίσιν ὠφέλειαν παρέξειν νομίζουσαι.
塔克文死后,曾向他移交领导权的诸城邦不再愿意遵守协定,因为他们认为服从出身卑微的图利乌斯是不体面的,并认为贵族与统治者之间产生的巨大不和会给他们带来极大的利益。
§4.27.2ἤρξαντο δὲ τῆς ἀποστάσεως οἱ καλούμενοι Οὐιεντανοὶ καὶ τοῖς ἐλθοῦσι παρὰ τοῦ Τυλλίου πρεσβευταῖς ἀπεκρίναντο μηδεμίαν εἶναί σφισι πρὸς ἐκεῖνον μήθʼ ὑπὲρ ἡγεμονίας παραχωρήσεως μήτε περὶ φιλίας καὶ συμμαχίας συνθήκην.
反叛由所谓的维伊人开始,他们对图利乌斯派来的使节回答说,他们与图利乌斯之间无论是在让渡领导权方面,还是在友好同盟方面,都没有任何条约。
ἀρξάντων δὲ τούτων Καιρητανοί τʼ ἠκολούθησαν καὶ Ταρκυνιῆται, καὶ τελευτῶσα ἐν ὅπλοις ἦν ἅπασα ἡ Τυρρηνία.
在他们带头之后,卡埃雷人和塔奎尼人也随之响应,最终整个伊特鲁里亚都武装了起来。
§4.27.3οὗτος ὁ πόλεμος εἴκοσι διέμεινεν ἔτη συνεχῶς πολεμούμενος εἰσβολάς τε πολλὰς ἀμφοτέρων μεγάλοις στρατεύμασι ποιουμένων εἰς τὴν ἀλλήλων καὶ παρατάξεις ἄλλας ἐπʼ ἄλλαις συνισταμένων.
这场战争连续打了二十年,双方都用大军多次入侵彼此的领土,并接连进行会战。
ἐν ἁπάσαις δὲ ταῖς μάχαις κατορθῶν ὁ Τύλλιος, ὅσαι κατὰ πόλεις τε καὶ πρὸς ὅλον τὸ ἔθνος αὐτῷ συνέστησαν, καὶ τρισὶν ἐπιφανεστάτοις κοσμηθεὶς θριάμβοις τελευτῶν ἠνάγκασε τοὺς οὐκ ἀξιοῦντας ἄρχεσθαι τὸν χαλινὸν ἑκόντας λαβεῖν.
图利乌斯在针对各城邦以及针对整个民族而进行的所有战斗中都取得了胜利,并荣获了三次最显赫的凯旋式,最终迫使那些不愿被统治的人心甘情愿地接受了缰绳。
§4.27.4εἰκοστῷ δʼ οὖν ἔτει συνελθοῦσαι πάλιν αἱ δώδεκα πόλεις ἐξανηλωμέναι τῷ πολέμῳ τά τε σώματα καὶ τὰ χρήματα γνώμην ἔσχον παραδοῦναι Ῥωμαίοις τὴν ἡγεμονίαν ἐφʼ οἷς πρότερον ἐψηφίσαντο.
于是在第二十年,十二个城邦再次聚集在一起,由于在战争中人财两空,他们决定按照先前决议的条件将领导权移交给罗马人。
καὶ παρῆσαν ἀπὸ πάσης πόλεως οἱ προχειρισθέντες σὺν ἱκετηρίαις ἐπιτρέποντες Τυλλίῳ τὰς πόλεις καὶ μηδὲν ἀνήκεστον βουλεῦσαι περὶ αὐτῶν ἀξιοῦντες.
来自各城邦的代表手执求饶的请愿枝出现,将城邦托付给图利乌斯,并恳求他对他们不要做出任何无法挽回的决定。
§4.27.5Τύλλιος δὲ τῆς μὲν ἀφροσύνης ἕνεκα καὶ τῶν εἰς τοὺς θεοὺς ἀσεβημάτων, οὓς ἐγγυητὰς ποιησάμενοι τῶν ὁμολογιῶν παρέβησαν τὰ συγκείμενα, πολλῶν αὐτοὺς ἔφη τιμωριῶν ἀξίους εἶναι καὶ μεγάλων· τῆς δὲ Ῥωμαίων ἐπιεικείας καὶ μετριότητος, ἐπειδὴ συγγνόντες ἀδικεῖν στέμμασι καὶ λιτανείαις παρῃτοῦντο §4.27.6τὴν ὀργήν, οὐδὲν ἐν τῷ παρόντι ἀτυχήσειν.
图利乌斯说,一方面,由于他们的愚蠢,以及对他们曾作为协定保证人却又违反了既定事项的神明不敬,他们理应受到许多重大的惩罚;但另一方面,由于罗马人的宽大和克制,既然他们承认了自己的过错,并带着花冠和哀求来平息怒火,那么目前他们将不会遭受任何不幸。
ταῦτʼ εἰπὼν καταλύεται τὸν πρὸς αὐτοὺς πόλεμον, ταῖς μὲν ἄλλαις πόλεσιν ἁπλῶς καὶ δίχα ὀργῆς μνησικάκου πολιτεύεσθαί τʼ ἀποδοὺς ὡς πρότερον καὶ τὰ ἴδια καρποῦσθαι, μενούσαις ἐν ταῖς γραφείσαις πρὸς αὐτὰς συνθήκαις ὑπὸ βασιλέως Ταρκυνίου· τρεῖς δʼ ἐξ αὐτῶν πόλεις, αἳ προεξανέστησάν τε καὶ τὰς ἄλλας ἐπηγάγοντο κατὰ Ῥωμαίων ἐξενεγκεῖν τὸν πόλεμον, Καιρητανοὺς καὶ Ταρκυνιήτας καὶ Οὐιεντανούς, ἀφαιρέσει χώρας τιμωρησάμενος, ἣν κατεκληρούχησε Ῥωμαίων τοῖς νεωστὶ προσεληλυθόσι πρὸς τὴν πολιτείαν.
说完这些话后,他结束了与他们的战争,允许其他城邦简单地、不带怨恨地像以前一样自治并享受自己的财产,只要它们遵守塔克文国王与它们签署的条约;但对于其中首先起义并诱导其他城邦对罗马人发动战争的三个城邦——即卡埃雷人、塔奎尼人和维伊人,他通过没收土地对他们进行了惩罚,并将这些土地分给了新加入罗马公民权的人。
§4.27.7ταῦτα διαπραξάμενος ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους καὶ ναοὺς δύο κατασκευασάμενος Τύχης, ᾗ παρὰ πάντα τὸν βίον ἔδοξεν ἀγαθῇ κεχρῆσθαι, τὸν μὲν ἐν ἀγορᾷ τῇ καλουμένῃ Βοαρίᾳ, τὸν δʼ ἕτερον ἐπὶ ταῖς ἠιόσι τοῦ Τεβέριος, ἣν ἀνδρείαν προσηγόρευσεν, ὡς καὶ νῦν ὑπὸ Ῥωμαίων καλεῖται·
他在和平与战争时期都完成了这些事情,并为他一生中似乎都享有着其好运的“命运女神”建造了两座神庙。 一座建在被称为“牛市”的广场上,另一座建在台伯河畔,他将其命名为“安德雷亚”(勇敢),正如现在罗马人依然如此称呼它。
ἡλικίας τε προβεβηκὼς ἐπὶ πολὺ καὶ τῆς κατὰ φύσιν τελευτῆς οὐ μακρὰν ἀπέχων, ἐπιβουλευθεὶς ὑπὸ Ταρκυνίου τε τοῦ γαμβροῦ καὶ τῆς ἑαυτοῦ θυγατρὸς ἀποθνήσκει.
他年事已高,离自然死亡不远,却因女婿塔克文和自己女儿的阴谋陷害而死。
διηγήσομαι δὲ καὶ τῆς ἐπιβουλῆς τὸν τρόπον μικρὰ τῶν ἔμπροσθεν γενομένων ἀναλαβών.
我也将叙述这一阴谋的过程,并稍微追溯一下之前发生的事情。

词汇与语法注释

  1. §4.27.1ταπεινῷ κατὰ γένος ὄντι — 现在分词 ὄντι 与与格名词 Τυλλίῳ 在性、数、格(阳性单数与格)上保持一致,在此作为表示原因的副词性分词(“因为他是……”)发挥作用。这解释了图利乌斯卑微的出身是周边城邦拒绝服从他的原因。
  2. §4.27.5τῆς δὲ Ῥωμαίων ἐπιεικείας — 由于与前文的短语 τῆς μὲν ἀφροσύνης ἕνεκα(“由于他们的愚蠢”)呈平行结构,前置词 ἕνεκα(“由于”)在此处被省略,但同样作用于该属格短语。
  3. §4.27.6τρεῖς δʼ ἐξ αὐτῶν πόλεις ... Καιρητανοὺς — 在此处出现了句法上的不一致(破格/anacoluthon),主格阴性复数名词 πόλεις 与作为具体城邦居民名的阳性复数宾格 Καιρητανούς... 并列。这是因为相比于抽象的城邦,居民本身被更强烈地视为后文分词 τιμωρησάμενος(“惩罚”)的直接宾语。
  4. §4.27.7ᾗ ... ἀγαθῇ κεχρῆσθαι — 关系代词 ᾗ(与格)指向先行词 Τύχης(属格)。由于动词 χράομαι 支配与格,因此它采用与格形式,而形容词 ἀγαθῇ 则作为宾语补足语发挥作用(“视她[命运]为美好的而加以利用”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.27.1-4.27.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.27.1-4.27.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。