§4.22.1τότε δʼ οὖν ὁ Τύλλιος ἐπειδὴ διέταξε τὸ περὶ τὰς τιμήσεις, κελεύσας τοὺς πολίτας ἅπαντας συνελθεῖν εἰς τὸ μέγιστον τῶν πρὸ τῆς πόλεως πεδίων ἔχοντας τὰ ὅπλα καὶ τάξας τούς θʼ ἱππεῖς κατὰ τέλη καὶ τοὺς πεζοὺς ἐν φάλαγγι καὶ τοὺς ἐσταλμένους τὸν ψιλικὸν ὁπλισμὸν ἐν τοῖς ἰδίοις ἑκάστους λόχοις καθαρμὸν αὐτῶν ἐποιήσατο ταύρῳ καὶ κριῷ καὶ τράγῳ.
さて、そのときテュリウスは、資産評価に関する事柄を整理し終えると、全市民に対して、武具を携えて市の手前にある最大の平原に集まるよう命じ、また、騎兵を部隊ごとに、歩兵をファランクスに、そして軽装の武具をまとった者たちをそれぞれの部隊にそれぞれ配置して、牡牛と牡羊と牡山羊によって彼らのお祓いを行った。
τὰ δʼ ἱερεῖα ταῦτα τρὶς περιαχθῆναι περὶ τὸ στρατόπεδον κελεύσας ἔθυσε τῷ κατέχοντι τὸ πεδίον Ἄρει.
そして、これら犠牲獣を陣営の周りに三回巡らせるよう命じたうえで、その平原を領有するアレスに生贄として捧げた。
§4.22.2τοῦτον τὸν καθαρμὸν ἕως τῶν κατʼ ἐμὲ χρόνων Ῥωμαῖοι καθαίρονται μετὰ τὴν συντέλειαν τῶν τιμήσεων ὑπὸ τῶν ἐχόντων τὴν ἱερωτάτην ἀρχὴν Λοῦστρον ὀνομάζοντες.
このお祓いを、私の時代に至るまで、ローマ人は資産評価の完了の後に、最も神聖な官職を持つ者たちによって執り行っており、これをルストルムと呼んでいる。
ἐγένετο δʼ ὁ σύμπας τῶν τιμησαμένων τοὺς βίους Ῥωμαίων ἀριθμός, ὡς ἐν τοῖς τιμητικοῖς φέρεται γράμμασιν, ἐπὶ μυριάσιν ὀκτὼ χιλιάδες πέντε τριακοσίων ἀποδέουσαι.
資産を登録したローマ人の総数は、国勢調査の記録に記載されているところによれば、八万に、三百を欠く五千を加えた数(すなわち八万四千七百人)であった。
§4.22.3ἐποιήσατο δὲ καὶ τῆς αὐξήσεως τοῦ πολιτικοῦ συντάγματος οὐ μικρὰν πρόνοιαν οὗτος ὁ βασιλεὺς πρᾶγμα συνιδών, ὃ παρέλιπον ἅπαντες οἱ πρὸ αὐτοῦ βασιλεῖς.
¦691 この王はまた、市民組織の拡大についても少なからぬ配慮を払ったが、それは彼の前の王たちが皆見過ごしていた事柄に気づいてのことであった。
ἐκεῖνοι μὲν γὰρ τοὺς ξένους ὑποδεχόμενοι καὶ μεταδιδόντες τῆς ἰσοπολιτείας φύσιν τʼ ἢ τύχην αὐτῶν οὐδεμίαν ἀπαξιοῦντες, εἰς πολυανθρωπίαν προήγαγον τὴν πόλιν. §4.22.4ὁ δὲ Τύλλιος καὶ τοῖς ἐλευθερουμένοις τῶν θεραπόντων, ἐὰν μὴ θέλωσιν εἰς τὰς ἑαυτῶν πόλεις ἀπιέναι, μετέχειν τῆς ἰσοπολιτείας ἐπέτρεψε.
というのも、彼らは異邦人を受け入れ、彼らの生まれや境遇を何ら軽んじることなく等しい市民権を分け与えることによって、国家を人口の多いものへと発展させたが、テュリウスは、奴隷のうちで解放される者たちに対しても、もし彼らが自らの故郷の都市へ帰ることを望まないならば、等しい市民権にあずかることを認めた。
κελεύσας γὰρ ἅμα τοῖς ἄλλοις ἅπασιν ἐλευθέροις καὶ τούτους τιμήσασθαι τὰς οὐσίας, εἰς φυλὰς κατέταξεν αὐτοὺς τὰς κατὰ πόλιν τέτταρας ὑπαρχούσας, ἐν αἷς καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ταττόμενον διατελεῖ τὸ ἐξελευθερικὸν φῦλον, ὅσον ἂν ᾖ·
なぜなら彼は、他のすべての自由民と同時に、彼らをもその財産を登録するように命じ、彼らを市内の既存の四つの部族に配属したからである。 そこには、私たちの時代に至るまで、解放奴隷の階層が、どれほどの数であろうとも、配属され続けている。
καὶ πάντων ἀπέδωκε τῶν κοινῶν αὐτοῖς μετέχειν, ὧν τοῖς ἄλλοις δημοτικοῖς.
そして、他の平民たちに認められているすべての公的権利に、彼らもあずかることを許したのである。