§4.19.1ταύτῃ τῇ διακοσμήσει χρησάμενος τὰς μὲν τῶν στρατιωτῶν καταγραφὰς κατὰ τὴν διαίρεσιν ἐποιεῖτο τὴν τῶν λόχων, τὰς δὲ τῶν εἰσφορῶν ἐπιταγὰς κατὰ τὰ τιμήματα τῶν βίων.
この組織編成を用いることで、彼は兵士の徴募を部隊の分割に従って行い、税金の賦課を資産の評価額に従って行いました。
ὁπότε γὰρ αὐτῷ δεήσειε μυρίων ἢ δισμυρίων, εἰ τύχοι, στρατιωτῶν, καταδιαιρῶν τὸ πλῆθος εἰς τοὺς ἑκατὸν ἐνενηκοντατρεῖς λόχους τὸ ἐπιβάλλον ἑκάστῳ λόχῳ πλῆθος ἐκέλευε παρέχειν ἕκαστον λόχον·
というのも、もし仮に、彼に1万あるいは2万の兵士が必要となったときにはいつでも、その総数を193の部隊に等しく分割し、各部隊に割り当てられた人数をそれぞれの部隊が提供するように命じたからです。
τὴν δὲ δαπάνην τὴν εἰς τὸν ἐπισιτισμὸν τῶν στρατευομένων καὶ εἰς τὰς ἄλλας χορηγίας τὰς πολεμικὰς ἐπιτελεσθησομένην συμμετρησάμενος, ὁπόση τις ἀρκοῦσα ἔσται, διαιρῶν τὸν αὐτὸν τρόπον εἰς τοὺς ἑκατὸν ἐνενηκοντατρεῖς λόχους, τὸ ἐκ τῆς τιμήσεως ἐπιβάλλον ἑκάστῳ διάφορον ἅπαντας ἐκέλευεν εἰσφέρειν.
また、従軍する者たちの食糧調達やその他の戦争に関する供給活動のために生じる支出を見積もり、それがどれくらいであれば十分であるかを測った上で、同じ方法でそれを193の部隊に分割し、評価額から各部隊に割り当てられた金額を全員に納付するように命じたからです。
§4.19.2συνέβαινεν οὖν τοῖς τὰς μεγίστας ἔχουσιν οὐσίας ἐλάττοσι μὲν οὖσιν, εἰς πλείονας δὲ λόχους μεμερισμένοις, στρατεύεσθαί τε πλείους στρατείας οὐδέποτε ἀναπαυομένους καὶ χρήματα πλείω τῶν ἄλλων εἰσφέρειν·
したがって、最大の資産を持つ者たち、すなわち人数はより少ないにもかかわらず、より多くの部隊に分割されている者たちにとっては、より多くの従軍を休むことなく重ね、また他者よりも多くの金を納めることになりました。
τοῖς δὲ τὰ μέτρια καὶ μικρὰ κεκτημένοις πλείοσιν οὖσιν ἐν ἐλάττοσι λόχοις, στρατεύεσθαί τʼ ὀλιγάκις καὶ ἐκ διαδοχῆς καὶ βραχείας συντελεῖν εἰσφοράς·
一方で、中規模または小規模の資産を所有し、人数はより多いにもかかわらず、より少ない部隊に属している者たちにとっては、従軍はたまに、かつ交代で行い、少額の税金を納めるだけでした。
τοῖς δʼ ἐλάττω τῶν ἱκανῶν κεκτημένοις ἀφεῖσθαι πάντων ὀχληρῶν.
そして、十分な額に満たない資産しか持たない者たちにとっては、あらゆる煩わしい義務から免除されていました。
§4.19.3ἐποίει δὲ τούτων ἕκαστον οὐκ ἄτερ αἰτίας, ἀλλὰ πεπεισμένος, ὅτι πᾶσιν ἀνθρώποις ἆθλα τῶν πολέμων ἐστὶ τὰ χρήματα καὶ περὶ τῆς τούτων φυλακῆς ἅπαντες κακοπαθοῦσιν·
彼はこれらのことのそれぞれを理由なしに行ったのではなく、すべての人間にとって、財産こそが戦争の賞品であり、またその保護をめぐって誰もが苦労を重ねるものである、と確信していたからです。
ὀρθῶς οὖν ἔχειν ᾤετο τοὺς μὲν περὶ μειζόνων κινδυνεύοντας ἄθλων μείζονας ὑπομένειν κακοπαθείας τοῖς τε σώμασι καὶ τοῖς χρήμασι, τοὺς δὲ περὶ ἐλαττόνων ἧττον ἐνοχλεῖσθαι κατʼ ἀμφότερα, τοὺς δὲ περὶ μηδενὸς δεδοικότας μηδὲν κακοπαθεῖν, τῶν μὲν εἰσφορῶν ἀπολυομένους διὰ τὴν ἀπορίαν, τῶν δὲ στρατειῶν διὰ τὴν ἀνεισφορίαν.
したがって、彼は次のことが正しいと考えました。 すなわち、より大きな賞品をめぐって危険にさらされている者たちが、身体においても財産においても、より大きな苦労を耐え忍び、より小さなものをめぐる者たちは両面においてより少なく悩まされ、何も失う心配のない者たちは何も苦労をしないこと、すなわち彼らは貧困ゆえに税金から免除され、税金を払わないがゆえに従軍から免除されるということです。
οὐ γὰρ ἐλάμβανον ἐκ τοῦ δημοσίου τότε Ῥωμαῖοι στρατιωτικοὺς μισθούς, ἀλλὰ τοῖς ἰδίοις τέλεσιν ἐστρατεύοντο.
というのも、当時のローマ人は国庫から軍人としての給与を受け取っておらず、自らの負担で従軍していたからです。
§4.19.4οὔτε δὴ χρήματα συνεισφέρειν τοὺς οὐκ ἔχοντας, ὁπόθεν συνεισοίσουσιν, ἀλλὰ τῶν καθʼ ἡμέραν ἀναγκαίων ἀπορουμένους ᾤετο δεῖν, οὔτε μηδὲν συμβαλλομένους στρατεύεσθαί τινας ἐκ τῶν ἀλλοτρίων ὀψωνιαζομένους χρημάτων, ὥσπερ μισθοφόρους.
すなわち、彼は、金を納める手段を持たず、日々の必需品にすら事欠いている者たちが税金を納めるべきではないと考え、また、何ら貢献をしない者たちが、他人の金から手当を受け取ってまるで傭兵のように従軍すべきでもないと考えたのでした。