Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.19.1-4.19.4

按财产分配兵役与军税的制度

第 263 段,共 962 段 · 希腊语

内容简介

阐述了塞维乌斯·图利乌斯确立的征兵与征税的具体机制。富裕阶层承担了更多的兵役和财力负担,而贫困阶层则完全免除,这源于国王对公平原则及避免使用雇佣兵的考量。

§4.19.1ταύτῃ τῇ διακοσμήσει χρησάμενος τὰς μὲν τῶν στρατιωτῶν καταγραφὰς κατὰ τὴν διαίρεσιν ἐποιεῖτο τὴν τῶν λόχων, τὰς δὲ τῶν εἰσφορῶν ἐπιταγὰς κατὰ τὰ τιμήματα τῶν βίων.
採用了這種編制之後,他按照百人隊的劃分來進行士兵的徵募,而按財產的估值來徵收稅款。
ὁπότε γὰρ αὐτῷ δεήσειε μυρίων ἢ δισμυρίων, εἰ τύχοι, στρατιωτῶν, καταδιαιρῶν τὸ πλῆθος εἰς τοὺς ἑκατὸν ἐνενηκοντατρεῖς λόχους τὸ ἐπιβάλλον ἑκάστῳ λόχῳ πλῆθος ἐκέλευε παρέχειν ἕκαστον λόχον· τὴν δὲ δαπάνην τὴν εἰς τὸν ἐπισιτισμὸν τῶν στρατευομένων καὶ εἰς τὰς ἄλλας χορηγίας τὰς πολεμικὰς ἐπιτελεσθησομένην συμμετρησάμενος, ὁπόση τις ἀρκοῦσα ἔσται, διαιρῶν τὸν αὐτὸν τρόπον εἰς τοὺς ἑκατὸν ἐνενηκοντατρεῖς λόχους, τὸ ἐκ τῆς τιμήσεως ἐπιβάλλον ἑκάστῳ διάφορον ἅπαντας ἐκέλευεν εἰσφέρειν.
因為每當他需要一萬或兩萬(比方說)士兵時,他將這個總數分攤到一百九十三個百人隊中,命令行使各個百人隊提供分攤到該百人隊的人數;而在估算了解役軍人的口糧及其他戰爭供應所需的開支(看需要多少才夠)之後,以同樣的方式分攤到一百九十三個百人隊中,命令行使所有人繳納根據財產估值分攤到各個百人隊的款項。
§4.19.2συνέβαινεν οὖν τοῖς τὰς μεγίστας ἔχουσιν οὐσίας ἐλάττοσι μὲν οὖσιν, εἰς πλείονας δὲ λόχους μεμερισμένοις, στρατεύεσθαί τε πλείους στρατείας οὐδέποτε ἀναπαυομένους καὶ χρήματα πλείω τῶν ἄλλων εἰσφέρειν· τοῖς δὲ τὰ μέτρια καὶ μικρὰ κεκτημένοις πλείοσιν οὖσιν ἐν ἐλάττοσι λόχοις, στρατεύεσθαί τʼ ὀλιγάκις καὶ ἐκ διαδοχῆς καὶ βραχείας συντελεῖν εἰσφοράς· τοῖς δʼ ἐλάττω τῶν ἱκανῶν κεκτημένοις ἀφεῖσθαι πάντων ὀχληρῶν.
於是,那些擁有最大財產的人,雖然人數較少,卻被分入更多的百人隊中,既要不停地服役、參加更多的戰事,又要比其他人繳納更多的錢財;而那些擁有中等和微薄財產的人,人數較多卻分在較少的百人隊中,則很少服役且輪流進行,並只繳納微薄的稅款;至於那些財產不足以維持溫飽的人,則免除了一切繁重的負擔。
§4.19.3ἐποίει δὲ τούτων ἕκαστον οὐκ ἄτερ αἰτίας, ἀλλὰ πεπεισμένος, ὅτι πᾶσιν ἀνθρώποις ἆθλα τῶν πολέμων ἐστὶ τὰ χρήματα καὶ περὶ τῆς τούτων φυλακῆς ἅπαντες κακοπαθοῦσιν·
他做這些事並非毫無原因,而是深信:對所有人來說,財產是戰爭的獎品,且所有人都是為了守護財產而承受艱辛。
ὀρθῶς οὖν ἔχειν ᾤετο τοὺς μὲν περὶ μειζόνων κινδυνεύοντας ἄθλων μείζονας ὑπομένειν κακοπαθείας τοῖς τε σώμασι καὶ τοῖς χρήμασι, τοὺς δὲ περὶ ἐλαττόνων ἧττον ἐνοχλεῖσθαι κατʼ ἀμφότερα, τοὺς δὲ περὶ μηδενὸς δεδοικότας μηδὲν κακοπαθεῖν, τῶν μὲν εἰσφορῶν ἀπολυομένους διὰ τὴν ἀπορίαν, τῶν δὲ στρατειῶν διὰ τὴν ἀνεισφορίαν.
因此他認為這是正確的:那些冒著失去更大獎品之風險的人,應該在身體和財產上承受更大的艱辛,而那些涉及較小獎品的人,在兩方面所受的折磨也應較少,至於那些無所畏懼、沒有任何損失的人,則不應承受任何艱辛,他們因貧困而免除稅款,又因不用納稅而免除服役。
οὐ γὰρ ἐλάμβανον ἐκ τοῦ δημοσίου τότε Ῥωμαῖοι στρατιωτικοὺς μισθούς, ἀλλὰ τοῖς ἰδίοις τέλεσιν ἐστρατεύοντο.
因為當時的羅馬人並不從國庫領取軍餉,而是自費服役。
§4.19.4οὔτε δὴ χρήματα συνεισφέρειν τοὺς οὐκ ἔχοντας, ὁπόθεν συνεισοίσουσιν, ἀλλὰ τῶν καθʼ ἡμέραν ἀναγκαίων ἀπορουμένους ᾤετο δεῖν, οὔτε μηδὲν συμβαλλομένους στρατεύεσθαί τινας ἐκ τῶν ἀλλοτρίων ὀψωνιαζομένους χρημάτων, ὥσπερ μισθοφόρους.
也就是說,他認為既不應讓那些沒有出資來源、甚至連日常生活必需品都匱乏的人繳納稅款,也不應讓那些毫無貢獻的人,拿著別人的錢充當軍餉來服役,就像僱傭兵一樣。

词汇与语法注释

  1. 683ὁπότε γὰρ αὐτῷ δεήσειε — 连接词 ὁπότε 连用希求语气(δεήσειε),用以表示过去发生的一般性重复状况(“每当他需要时”)。
  2. p.v.2p.35συνέβαινεν οὖν τοῖς τὰς μεγίστας ἔχουσιν οὐσίας ... στρατεύεσθαί τε ... καὶ ... εἰσφέρειν — 无人称动词 συνέβαινεν(“结果是……”)以与格(τοῖς ... ἔχουσιν)作为逻辑主语,并支配后面的不定式(στρατεύεσθαι, εἰσφέρειν)以表达结果的内容。
  3. 685οὔτε δὴ χρήματα συνεισφέρειν τοὺς οὐκ ἔχοντας ... ᾤετο δεῖν ... οὔτε ... στρατεύεσθαί τινας — 动词 ᾤετο(“他认为”)支配 δεῖν(无人称动词 δεῖ 的不定式),后者进一步支配由 οὔτε ... οὔτε ... 连接的两个“对格+不定式”结构:(1)τοὺς οὐκ ἔχοντας συνεισφέρειν 以及(2)στρατεύεσθαί τινας。整句意为“他认为(1)不应交纳……且(2)不应服役……”。
  4. 685ὁπόθεν συνεισοίσουσιν — 关系副词 ὁπόθεν(“从中……”)后接将来直陈式(συνεισοίσουσιν),构成表示目的或手段(“用以出资的来源/资金”)的关系从句。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.19.1-4.19.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.19.1-4.19.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。