§4.11.1οὐκέτι μοι περὶ τῶν Ταρκυνίου παίδων μόνον ὁ κίνδυνός ἐστιν, ἵνα μηδὲν ὑπὸ τῶν ἐχθρῶν δεινὸν πάθωσιν, ἀλλʼ ἤδη καὶ περὶ τῆς ἐμῆς ψυχῆς δέος εἰσέρχεται, μὴ πικρὰς ἀμοιβὰς τῆς δικαιοσύνης ἀπολάβω.
もはや私にとって、タルクィニウスの子供たちのためだけに危険があるのではなく(彼らが敵からいかなるひどい仕打ちも受けないようにするためのものですが)、すでに私の命そのものに対しても、正義に対する過酷な報いを受け取るのではないかという恐れが入り込んでいます。
ἐπιβουλεύομαι γὰρ ὑπὸ τῶν πατρικίων, καὶ μεμήνυνταί μοι τινὲς ἐξ αὐτῶν ἀποκτεῖναί με συνομνύμενοι ἀδίκημα μὲν οὐδὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἔχοντες ἐγκαλεῖν, ὧν δὲ τὸν δῆμον εὖ πεποίηκα καὶ παρεσκεύασμαι ποιεῖν ἀχθόμενοί τε καὶ ἀναξιοπαθοῦντες·
なぜなら、私はパトリキたちから陰謀を企てられており、彼らの何人かが私を殺すために同盟を結んでいることが、私に告発されているからです。 彼らは、大なり小なりいかなる不正も私を告発する理由として持っていないのに、私が民衆に善い行いをしてきたこと、またこれから行う準備をしていることに対して、憤慨し、不当に苦しんでいると感じているのです。
§4.11.2οἱ δανεισταὶ μὲν ὅτι τοὺς πένητας ὑμῶν οὐκ εἴασα τὴν ἐλευθερίαν ἀφαιρεθῆναι πρὸς τὰ χρέα ὑπʼ αὐτῶν ἀχθέντας·
(すなわち、彼らのうちの)債権者たちは、あなた方のうちの貧しい人々が彼らによって負債のために連行され、自由を奪われることを私が許さなかったために(怒っています)。
οἱ δὲ κατανοσφιζόμενοι τὰ δημόσια καὶ κατέχοντες, ἣν ὑμεῖς διʼ αἵματος ἐκτήσασθε γῆν ἐκλιπεῖν ἀναγκαζόμενοι, ὥσπερ τὰ πατρῷα ἀποστερούμενοι καὶ οὐ τἀλλότρια ἀποδιδόντες·
また、公有地を不当に私領化し占有している者たちは、あなた方が血をもって獲得したその土地から立ち退くことを強いられているために(怒っています)。 彼らは、他人のものを返却しているのではなく、まるで先祖代々の財産を奪われているかのように振る舞っているのです。
οἱ δʼ ἀνειμένοι τῶν εἰσφορῶν τῶν εἰς τοὺς πολέμους, εἰ τιμήσασθαι τοὺς βίους ἀναγκασθήσονται καὶ ἀπὸ τῶν τιμημάτων τὰς εἰσφορὰς συνεισφέρειν·
また、戦争のための戦時税を免除されてきた者たちは、もし自らの財産を査定することを強いられ、その査定額に基づいて税を納めなければならなくなるとしたら(怒っています)。
κοινῇ δὲ σύμπαντες, ὅτι κατὰ νόμους γεγραμμένους ἐθισθήσονται ζῆν τὰ δίκαια ἐξ ἴσου διδόντες ὑμῖν καὶ λαμβάνοντες, ἀλλʼ οὐχ ὥσπερ ἀργυρωνήτοις παραχρήσονται τοῖς πένησιν, ὃ ποιοῦσι νῦν.
そして、彼ら全員が共同して(怒っています)。 なぜなら、彼らは成文化された法律に従って、あなた方と対等に権利を授受して生きることに慣らされ、今彼らがしているように、貧しい人々を買い取った奴隷のように酷使することができなくなるからです。
§4.11.3καὶ ταῦτα δὴ τὰ ἐγκλήματα συνενέγκαντες εἰς τὸ κοινὸν βεβούλευνταί τε καὶ συνομωμόκασι κατάγειν τοὺς φυγάδας καὶ τοῖς Μαρκίου παισὶ τὴν βασιλείαν ἀποδιδόναι, οὓς ὑμεῖς Ταρκύνιον ἀποκτείναντας τὸν βασιλέα ὑμῶν ἄνδρα χρηστὸν καὶ φιλόπολιν καὶ τηλικοῦτο διαπραξαμένους ἄγος τάς τε δίκας ἐρήμους ἐκλιπόντας καὶ φυγῆς ἑαυτοῖς τιμησαμένους πυρὸς καὶ ὕδατος εἴργειν ἐψηφίσασθε·
...そして、まさにこれらの不満を共通のものとして持ち寄り、彼らは亡命者たちを呼び戻し、マルキウスの息子たちに王位を返還することを謀議し、共同で誓い合いました。 彼らは、あなた方の王であり親切で国を愛する人物であったタルクィニウスを殺害し、そのような途方もない大罪を犯し、かつ裁判を欠席したまま逃亡し、自らに追放を科した者たちであり、あなた方は彼らを火と水から締め出すことを決議したのです。
ἔμελλόν τʼ, εἰ μὴ θᾶττον ἐμοὶ περὶ τούτων ἐγένετο μήνυσις, ξενικὴν δύναμιν ἐπαγόμενοι νυκτὸς ἔτι πολλὴν κατάγειν εἰς τὴν πόλιν §4.11.4τοὺς φυγάδας.
そして彼らは、もし私にこれらについての告発がもっと早くになされなかったならば、外国の軍勢を引き連れて、まだ深い夜のうちに亡命者たちを市内に連れ戻すつもりだったのです。
τὰ μετὰ ταῦτα πάντες ἴστε δήπου, κἂν ἐγὼ μὴ λέγω, ὅτι Μάρκιοι συλλαμβανόντων αὐτοῖς τῶν πατρικίων κατασχόντες τὰ πράγματα δίχα πόνου, πρῶτον μὲν ἐμὲ τὸν φύλακα τῶν βασιλέων καὶ τὰς κατʼ αὐτῶν ἐπιτελεσάμενον δίκας ἔμελλον ἀναρπάσεσθαι, ἔπειτα ταυτὶ τὰ παιδία καὶ τοὺς ἄλλους συγγενεῖς τε καὶ φίλους Ταρκυνίου πάντας ἀρεῖσθαι· γυναῖκας δʼ ἡμῶν καὶ μητέρας καὶ θυγατέρας καὶ πᾶν τὸ θῆλυ γένος ἐν ἀνδραπόδων ποιήσασθαι λόγῳ, πολὺ
その後のことについては、たとえ私が語らなくとも、あなた方全員がきっと知っているでしょう。 すなわち、マルキウスの息子たちは、パトリキたちが彼らを助ける中で、労せずして国政を掌握し、まず第一に、王たちの守護者であり彼らに対する処罰を実行した私を捕らえて抹殺し、次に、ここにいる子供たちや他のタルクィニウスの親族、友人をすべて排除し、私たちの妻、母、娘、そしてすべての女性たちを、奴隷同然に扱うつもりだったのです。
§4.11.5τὸ θηριῶδες ἔχοντες ἐν τῇ φύσει καὶ τυραννικόν.
彼らは、その本性の中に、きわめて獣じみた、かつ専制的な性質を多く抱えているからです。
εἰ μὲν οὖν καὶ ὑμῖν ταῦτα βουλομένοις ἐστίν, ὦ δημόται, τοὺς μὲν ἀνδροφόνους κατάγειν καὶ βασιλεῖς ἀποδεικνύναι, τοὺς δὲ τῶν εὐεργετῶν παῖδας ἐξελαύνειν καὶ τὴν ὑπὸ τοῦ πάππου καταλειφθεῖσαν ἀρχὴν ἀφαιρεῖσθαι, στέρξομεν τὴν τύχην.
それゆえ、もしあなた方市民にとっても、これらのこと、すなわち殺人者たちを呼び戻して王に任命すること、恩人の子供たちを追放して祖父によって残された支配権を奪うことが望ましいことであるならば、私たちは運命を受け入れましょう。
ἀλλὰ πρὸς ἁπάντων θεῶν τε καὶ δαιμόνων, ὅσοι τὸν ἀνθρώπινον ἐποπτεύουσι βίον, ἱκέται πάντες ὑμῶν γινόμενοι σὺν γυναιξί τε καὶ τέκνοις ἀντὶ πολλῶν μέν, ὧν Ταρκύνιος ὁ τῶν παιδίων πάππος εὖ ποιῶν ὑμᾶς διετέλεσεν, ἀντὶ πολλῶν δέ, ὧν αὐτὸς ἐγὼ κατὰ τὴν ἐμαυτοῦ δύναμιν ἐγενόμην ὑμῖν χρήσιμος, ἀξιοῦμεν ὑμᾶς μίαν ἡμῖν δοῦναι ταύτην δωρεάν, φανερὰν ποιῆσαι τὴν ὑμῶν αὐτῶν γνώμην.
しかし、人間の生活を見守るすべての神々とダイモーンにかけて、妻や子供たちとともにあなた方の懇願者となりつつ、この子供たちの祖父であるタルクィニウスがあなた方に善い行いをし続けた多くのことの代わりに、また私自身が自分の能力の限りにおいてあなた方に有用であった多くのことの代わりに、私たちはあなた方にこの一つの贈り物を私たちに与えてくれること、すなわち、あなた方自身の意志を明らかにすることを求めます。
§4.11.6εἰ γὰρ ἑτέρους τινὰς ἀξιονικοτέρους ἡμῶν ὑπειλήφατε εἶναι ταύτης τῆς τιμῆς τυγχάνειν, τὰ μὲν παιδία οἰχήσεται τὴν πόλιν ὑμῖν καταλιπόντα καὶ ἡ ἄλλη Ταρκυνίου συγγένεια·
もし、あなた方が他の誰かがこの栄誉を得るのによりふさわしいと想定しておられるならば、子供たちや他のタルクィニウスの親族はあなた方に都市を残して去るでしょうし、私自身は、自分自身のためにより高貴な何かを決断するでしょう。
ἐγὼ δʼ ἕτερόν τι βουλεύσομαι γενναιότερον ὑπὲρ ἐμαυτοῦ· βεβίωται γὰρ ἤδη μοι καὶ πρὸς ἀρετὴν καὶ πρὸς εὐδοξίαν ἀποχρώντως καὶ οὐκ ἂν ἀξιώσαιμι τῆς παρʼ ὑμῶν εὐνοίας ψευσθείς, ἣν ἀντὶ παντὸς εἱλόμην ἀγαθοῦ, ζῆν αἰσχρῶς ἐν ἄλλοις τισί.
なぜなら、私にとってはすでに徳に対しても名声に対しても十分に生き抜かれたのであり、あらゆる善きものに代えて選んだ、あなた方からの好意を奪われた上で、他の者たちの間で不名誉に生きることを、私は望まないからです。
παραλάβετε δὴ τὰς ῥάβδους καὶ δότε, εἰ βούλεσθε, τοῖς πατρικίοις·
さあ、ファスケスを受け取り、望むならパトリキたちに与えなさい。
ἐγὼ δʼ ὑμῖν οὐκ ἐνοχλήσω παρών.
私はここにいてあなた方を煩わせることはしません。