Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.11.1-4.11.6

民会演说与对贵族刺杀阴谋的揭发

第 255 段,共 962 段 · 希腊语

内容简介

塞维乌斯·图利乌斯在公民大会上发表演说,指控贵族们正图谋暗杀他并接回流亡者,并呼吁市民们表明自己的意愿。

§4.11.1οὐκέτι μοι περὶ τῶν Ταρκυνίου παίδων μόνον ὁ κίνδυνός ἐστιν, ἵνα μηδὲν ὑπὸ τῶν ἐχθρῶν δεινὸν πάθωσιν, ἀλλʼ ἤδη καὶ περὶ τῆς ἐμῆς ψυχῆς δέος εἰσέρχεται, μὴ πικρὰς ἀμοιβὰς τῆς δικαιοσύνης ἀπολάβω.
对我来说,危险已不再仅仅关系到塔尔昆乌斯的孩子们,以免他们遭受仇敌的任何惨毒对待,而是对我的生命本身,也已经产生了一种恐惧,担心自己会因行正义而得到痛苦的回报。
ἐπιβουλεύομαι γὰρ ὑπὸ τῶν πατρικίων, καὶ μεμήνυνταί μοι τινὲς ἐξ αὐτῶν ἀποκτεῖναί με συνομνύμενοι ἀδίκημα μὲν οὐδὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἔχοντες ἐγκαλεῖν, ὧν δὲ τὸν δῆμον εὖ πεποίηκα καὶ παρεσκεύασμαι ποιεῖν ἀχθόμενοί τε καὶ ἀναξιοπαθοῦντες·
因为贵族们正对我图谋不轨,并且有人向我告发,他们中的一些人正密谋杀害我。 他们没有大大小小的任何过错可以指责我,却因为我为民众所做的好事,以及我准备为民众做的好事,而感到恼怒并觉得受到了不公的对待。
§4.11.2οἱ δανεισταὶ μὲν ὅτι τοὺς πένητας ὑμῶν οὐκ εἴασα τὴν ἐλευθερίαν ἀφαιρεθῆναι πρὸς τὰ χρέα ὑπʼ αὐτῶν ἀχθέντας· οἱ δὲ κατανοσφιζόμενοι τὰ δημόσια καὶ κατέχοντες, ἣν ὑμεῖς διʼ αἵματος ἐκτήσασθε γῆν ἐκλιπεῖν ἀναγκαζόμενοι, ὥσπερ τὰ πατρῷα ἀποστερούμενοι καὶ οὐ τἀλλότρια ἀποδιδόντες· οἱ δʼ ἀνειμένοι τῶν εἰσφορῶν τῶν εἰς τοὺς πολέμους, εἰ τιμήσασθαι τοὺς βίους ἀναγκασθήσονται καὶ ἀπὸ τῶν τιμημάτων τὰς εἰσφορὰς συνεισφέρειν· κοινῇ δὲ σύμπαντες, ὅτι κατὰ νόμους γεγραμμένους ἐθισθήσονται ζῆν τὰ δίκαια ἐξ ἴσου διδόντες ὑμῖν καὶ λαμβάνοντες, ἀλλʼ οὐχ ὥσπερ ἀργυρωνήτοις παραχρήσονται τοῖς πένησιν, ὃ ποιοῦσι νῦν.
(也就是说,在他们之中)债权人(感到恼怒),是因为我不允许你们中的穷人因债务而被他们带走并剥夺自由;那些侵吞并占有公有地的人(感到恼怒),是因为他们被强迫离开你们用鲜血换来的土地,他们表现得好像是在被剥夺祖传的财产,而不是在归还属于别人的东西;那些免于缴纳战争税的人(感到恼怒),是因为如果他们将被强迫估算自己的财产,并根据估值共同缴纳税款;而他们所有人共同(感到恼怒),是因为他们将被迫习惯于在成文法律之下生活,与你们平等地给予和获得公正,而不能像对待买来的奴隶一样作践穷人,而这正是他们现在所做的。
§4.11.3καὶ ταῦτα δὴ τὰ ἐγκλήματα συνενέγκαντες εἰς τὸ κοινὸν βεβούλευνταί τε καὶ συνομωμόκασι κατάγειν τοὺς φυγάδας καὶ τοῖς Μαρκίου παισὶ τὴν βασιλείαν ἀποδιδόναι, οὓς ὑμεῖς Ταρκύνιον ἀποκτείναντας τὸν βασιλέα ὑμῶν ἄνδρα χρηστὸν καὶ φιλόπολιν καὶ τηλικοῦτο διαπραξαμένους ἄγος τάς τε δίκας ἐρήμους ἐκλιπόντας καὶ φυγῆς ἑαυτοῖς τιμησαμένους πυρὸς καὶ ὕδατος εἴργειν ἐψηφίσασθε· ἔμελλόν τʼ, εἰ μὴ θᾶττον ἐμοὶ περὶ τούτων ἐγένετο μήνυσις, ξενικὴν δύναμιν ἐπαγόμενοι νυκτὸς ἔτι πολλὴν κατάγειν εἰς τὴν πόλιν
他们把这些怨恨汇集在一起,共同合谋并宣誓,要召回流亡者,并将王位归还给马尔库斯的儿子们。 正是因为这些人杀害了你们的国王塔尔昆乌斯——一位善良且热爱国家的男子,犯下了如此滔天大罪,并且不战而逃、自我流放,你们才投票决定剥夺他们使用火与水的权利;而他们原本打算,如果这些事情的密告没有更快地传到我这里,他们就会在夜深人静之时引进外邦军队,将流亡者接回城内。
§4.11.4τοὺς φυγάδας. τὰ μετὰ ταῦτα πάντες ἴστε δήπου, κἂν ἐγὼ μὴ λέγω, ὅτι Μάρκιοι συλλαμβανόντων αὐτοῖς τῶν πατρικίων κατασχόντες τὰ πράγματα δίχα πόνου, πρῶτον μὲν ἐμὲ τὸν φύλακα τῶν βασιλέων καὶ τὰς κατʼ αὐτῶν ἐπιτελεσάμενον δίκας ἔμελλον ἀναρπάσεσθαι, ἔπειτα ταυτὶ τὰ παιδία καὶ τοὺς ἄλλους συγγενεῖς τε καὶ φίλους Ταρκυνίου πάντας ἀρεῖσθαι· γυναῖκας δʼ ἡμῶν καὶ μητέρας καὶ θυγατέρας καὶ πᾶν τὸ θῆλυ γένος ἐν ἀνδραπόδων ποιήσασθαι λόγῳ, πολὺ §4.11.5τὸ θηριῶδες ἔχοντες ἐν τῇ φύσει καὶ τυραννικόν.
至于接下来的事情,即使我不说,想必大家也都知道:马尔库斯的儿子们在贵族们的协助下,将毫不费力地掌握政权,首先就会消灭我这个国王的守护者以及对他们执行了惩罚的人,接着会除掉这些孩子和塔尔昆乌斯的所有其他亲属和朋友;并且会把我们的妻子、母亲、女儿以及所有的女性都当作奴隶对待,因为他们的本性中含有极多的残暴与专制。
εἰ μὲν οὖν καὶ ὑμῖν ταῦτα βουλομένοις ἐστίν, ὦ δημόται, τοὺς μὲν ἀνδροφόνους κατάγειν καὶ βασιλεῖς ἀποδεικνύναι, τοὺς δὲ τῶν εὐεργετῶν παῖδας ἐξελαύνειν καὶ τὴν ὑπὸ τοῦ πάππου καταλειφθεῖσαν ἀρχὴν ἀφαιρεῖσθαι, στέρξομεν τὴν τύχην.
因此,市民们,如果这些事情也符合你们的愿望——即召回凶手并立他们为王,而将恩人的孩子们赶走并剥夺他们祖父留下的统治权——我们将甘愿顺从命运。
ἀλλὰ πρὸς ἁπάντων θεῶν τε καὶ δαιμόνων, ὅσοι τὸν ἀνθρώπινον ἐποπτεύουσι βίον, ἱκέται πάντες ὑμῶν γινόμενοι σὺν γυναιξί τε καὶ τέκνοις ἀντὶ πολλῶν μέν, ὧν Ταρκύνιος ὁ τῶν παιδίων πάππος εὖ ποιῶν ὑμᾶς διετέλεσεν, ἀντὶ πολλῶν δέ, ὧν αὐτὸς ἐγὼ κατὰ τὴν ἐμαυτοῦ δύναμιν ἐγενόμην ὑμῖν χρήσιμος, ἀξιοῦμεν ὑμᾶς μίαν ἡμῖν δοῦναι ταύτην δωρεάν, φανερὰν ποιῆσαι τὴν ὑμῶν αὐτῶν γνώμην.
但是,因着监察人类生活的所有神明和精灵,我们带着妻子和孩子们,成为你们所有人的恳求者,以此替代这孩子们的祖父塔尔昆乌斯不断为你们所做的许多善行,也替代我自己尽我所能对你们有用的许多事情,我们要求你们赐予我们这唯一的一个恩惠,那就是表明你们自己的心意。
§4.11.6εἰ γὰρ ἑτέρους τινὰς ἀξιονικοτέρους ἡμῶν ὑπειλήφατε εἶναι ταύτης τῆς τιμῆς τυγχάνειν, τὰ μὲν παιδία οἰχήσεται τὴν πόλιν ὑμῖν καταλιπόντα καὶ ἡ ἄλλη Ταρκυνίου συγγένεια· ἐγὼ δʼ ἕτερόν τι βουλεύσομαι γενναιότερον ὑπὲρ ἐμαυτοῦ·
因为如果你们认为其他某些人比我们更配获得这项荣誉,孩子们和塔尔昆乌斯的其他亲属就将离开,把城市留给你们;而我自己将为自己做出其他更具尊严的决定。
βεβίωται γὰρ ἤδη μοι καὶ πρὸς ἀρετὴν καὶ πρὸς εὐδοξίαν ἀποχρώντως καὶ οὐκ ἂν ἀξιώσαιμι τῆς παρʼ ὑμῶν εὐνοίας ψευσθείς, ἣν ἀντὶ παντὸς εἱλόμην ἀγαθοῦ, ζῆν αἰσχρῶς ἐν ἄλλοις τισί.
因为我的一生在美德和名望上都已经活得足够,我不愿意在失去了你们的善意——这是我选择来替代一切好东西的——之后,在其他人中间卑微地活着。
παραλάβετε δὴ τὰς ῥάβδους καὶ δότε, εἰ βούλεσθε, τοῖς πατρικίοις· ἐγὼ δʼ ὑμῖν οὐκ ἐνοχλήσω παρών.
那么,拿去这些权标吧,如果你们愿意,就把它交给贵族们;我绝不会在现场打扰你们。

词汇与语法注释

  1. 663ἵνα μηδὲν ὑπὸ τῶν ἐχθρῶν δεινὸν πάθωσιν — 虽然 ἵνα 从句可以被视为简单的目的从句,但在这里更自然地被解释为与前面的名词 ὁ κίνδυνός 同位,界定了危险的性质(“为了使他们不遭受……的危险”)。
  2. p.v.2p.22ὧν δὲ τὸν δῆμον εὖ πεποίηκα — ὧν 是关系代词,原本为 ἃ(εὖ ποιέω 的直接宾语),因受其省略的先行词 ἐκείνων(表示恼怒原因的属格)吸引而同化为属格。或者也可以解释为直接受表示情感的动词 ἀχθόμενοι 支配,后者可接表示原因的属格。
  3. 664οἱ δανεισταὶ μὲν ... οἱ δὲ κατανοσφιζόμενοι ... οἱ δʼ ἀνειμένοι — 主格名词短语(οἱ δανεισταὶ...等)在语法上是悬空的(悬空主格 nominativus pendens),没有主句动词。它们列举了前一句中提到的“愤怒者”(ἀχθόμενοί)的具体子群体,并在其后给出了他们各自愤怒的原因(由 ὅ提 或 εἰ 引导)。
  4. p.v.2p.23ἔμελλόν τʼ ... κατάγειν — ἔμελλον 的主语乍看之下似乎是前一关系从句中的“马尔库斯的儿子们”,但从上下文来看,它指的是积极策划阴谋的“贵族们”(主句中 συνομωμόκασι 的主语)。
  5. p.v.2p.23εἰ μὴ θᾶττον ἐμοὶ περὶ τούτων ἐγένετο μήνυσις — 这是一个与过去事实相反的虚拟条件句(条件从句中使用了直陈过去时);主句则通过未完成过去时 ἔμελλον 配合不定式来表示过去的意图或预期,在功能上相当于与过去事实相反的主句。
  6. 665ὑμῖν ταῦτα βουλομένοις ἐστίν — 与格(ὑμῖν)+ εἰμί + 分词(βουλομένοις)的惯用结构,意为“如果这些事情符合你们的愿望”。类似的古典希腊语惯用表达还有 ἡδομένοις ἐστίν(对某人来说是令人高兴的)。
  7. p.v.2p.24βεβίωται γὰρ ἤδη μοι — βεβίωται 是不及物动词 βιόω 的过去完成时被动语态第三人称单数,作无人称使用。μοι 是施事者与格,整个短语字面意思是“我已经足够地生活了”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.11.1-4.11.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.11.1-4.11.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。