§4.10.1τοιαῦτα λέγοντος αὐτοῦ πολὺς ἔπαινος ἐκ τῆς ἐκκλησίας ἐγένετο τῶν μέν, ὅτι πιστὸς ἦν καὶ δίκαιος περὶ τοὺς εὐεργέτας, ἐπαινούντων, τῶν δʼ, ὅτι φιλάνθρωπος καὶ μεγαλόψυχος εἰς τοὺς ἀπόρους, τῶν δʼ, ὡς μέτριος καὶ δημοτικὸς πρὸς τοὺς ταπεινοτέρους, ἁπάντων δʼ, ὅτι νόμιμος καὶ δίκαιος ἄρχων, ἀγαπώντων §4.10.2τε καὶ τεθαυμακότων.
在他发表这一番演说时,公民大会上爆发出了巨大的赞赏之声,有的人赞扬他对恩人忠诚而正直,有的人赞扬他对穷苦之人仁慈而慷慨,有的人则称道他对卑微之人谦逊而平易近人,而所有人都因为他是一位守法且公正的统治者而对他爱戴和钦佩。
διαλυθείσης δὲ τῆς ἐκκλησίας ταῖς ἑξῆς ἡμέραις ἀπογράφεσθαι κελεύσας τοὺς ὑποχρέους, ὅσοι τὴν πίστιν ἀδύνατοι ἦσαν φυλάττειν, τίσιν ὀφείλουσι καὶ πόσον ἕκαστος, ἐπειδὴ τὰς ἀπογραφὰς ἔλαβε, τραπέζας θεὶς ἐν ἀγορᾷ πάντων ὁρώντων ἀπηρίθμει τοῖς δανεισταῖς τὰ χρέα.
大会散会后,在接下来的日子里,他命令那些无力维持信誉的债务人登记他们欠谁的债以及各自欠多少。 当他收到登记表后,他在众目睽睽之下将桌子摆在市场上,向债权人付清了这些债务。
§4.10.3ταῦτα διαπραξάμενος ἐξέθηκεν ἐν φανερῷ διάταγμα βασιλικόν, ἐκχωρεῖν τῆς δημοσίας γῆς τοὺς καρπουμένους τε καὶ ἰδίᾳ κατέχοντας αὐτὴν ἐν ὡρισμένῳ τινὶ χρόνῳ, καὶ τοὺς οὐδένα κλῆρον ἔχοντας τῶν πολιτῶν πρὸς ἑαυτὸν ἀπογράφεσθαι· νόμους τε συνέγραφεν οὓς μὲν ἐκ τῶν ἀρχαίων καὶ παρημελημένων ἀνανεούμενος, οὓς Ῥωμύλος τʼ εἰσηγήσατο καὶ Νόμας Πομπίλιος, οὓς δʼ §4.10.4αὐτὸς καθιστάμενος.
完成这些事情后,他公开颁布了一道国王敕令,命令那些享用公有地收益并私自占有它的人在规定期限内退出,并命令那些没有任何分配土地的公民向他登记;他还起草了法律,有些是恢复罗慕路斯和努马·庞皮里乌斯所制定但已被忽视的古老法律,有些则是他自己制定的。
ταῦτα δʼ αὐτοῦ πολιτευομένου χαλεπῶς ἔφερον οἱ πατρίκιοι καταλυομένην τὴν δυναστείαν τῆς βουλῆς ὁρῶντες καὶ λογισμοὺς οὐκέτι τοὺς αὐτούς, ἀλλʼ ἐναντίους τοῖς προτέροις ἐλάμβανον.
随着他这样管理国政,贵族们看到元老院的权力正被瓦解,感到十分难以忍受,他们不再抱有先前的想法,而是产生了与之前截然相反的思虑。
§4.10.5ἐν ἀρχαῖς μὲν γὰρ ὥρμησαν ἀφελέσθαι τὴν παράνομον αὐτοῦ δυναστείαν ἀποδείξαντες μεσοβασιλεῖς καὶ διʼ ἐκείνων ἑλέσθαι τὸν κατὰ νόμους ἕξοντα τὴν ἀρχήν· τότε δὲ στέργειν ἐπὶ τοῖς παροῦσιν ᾤοντο δεῖν καὶ μηδὲν πολυπραγμονεῖν.
因为起初,他们急于通过任命间王,并借由他们选出依法执掌政权的人,来剥夺他那非法的权力;但此时,他们认为应当安于现状,不应多管闲事。
εἰσῄει γὰρ αὐτοῖς λογισμός, ὅτι τῆς μὲν βουλῆς, ὃν αὐτὴ προῃρεῖτο, παραγούσης ἐπὶ τὰ πράγματα ὁ δῆμος ἐναντιώσεται τὴν ψῆφον ἀναλαβών· ἐὰν δʼ ἐπὶ τῷ δήμῳ ποιήσωσι τὴν τοῦ βασιλέως προαίρεσιν, ἅπασαι τὸν Τύλλιον ψηφοφορήσουσιν αἱ φρᾶτραι, καὶ περιέσται τῷ ἀνδρὶ τὸ δοκεῖν κατὰ νόμους ἄρχειν.
因为他们脑海中浮现出这样的考虑:如果元老院推举其所选定的人掌权,民众就会拿回投票权并予以反对;但如果他们将国王的选拔权交给民众,所有的库里亚都会投票给图利乌斯,此人就会获得依法统治的光鲜外表。
ἔδοξεν οὖν αὐτοῖς ἄμεινον εἶναι κλέπτοντα τὴν ἀρχὴν τὸν ἄνδρα καὶ παρακρουόμενον τοὺς πολίτας μᾶλλον ἢ πείσαντα καὶ φανερῶς λαβόντα κατέχειν.
因此,在他们看来,让这个人通过窃取权力并欺骗公民来维持统治,比让他通过说服并公开获得权力要更好。
§4.10.6ἀλλʼ οὐδὲν αὐτοῖς ἐγένετο προὔργου τῶν λελογισμένων· οὕτω κατεστρατήγησεν αὐτοὺς ὁ Τύλλιος καὶ κατέσχε τὴν βασιλείαν ἀκόντων ἐκείνων.
然而,他们的这些算盘没有一个能发挥作用;图利乌斯如此彻底地在智谋上击败了他们,违背他们的意愿保住了王位。
κατασκευάσας γὰρ ἐκ πολλοῦ φήμας λέγεσθαι κατὰ πόλιν. ὡς ἐπιβουλευόντων αὐτῷ τῶν πατρικίων προῆλθεν εἰς τὴν ἀγορὰν ἐσθῆτα πιναρὰν περιβεβλημένος καὶ κατηφὴς συνούσης αὐτῷ καὶ τῆς μητρὸς Ὀκρισίας καὶ τῆς Ταρκυνίου γυναικὸς Τανακυλίδος καὶ τῆς συγγενείας τῆς βασιλικῆς ὅλης.
因为他早就设法在城中散布谣言,称贵族们正在图谋害他,随后他穿着污秽的衣服,神情沮丧地来到市场上,身边陪同着他的母亲奥克里西亚、塔尔昆乌斯的妻子塔纳奎尔以及整个王室家族。
ὄχλου δὲ συνδραμόντος πολλοῦ πρὸς τὸ παράδοξον τῆς ὄψεως ἐκκλησίαν συγκαλέσας προῆλθεν ἐπὶ τὸ βῆμα καὶ διεξῆλθε τοιοῦτόν τινα λόγον.
当一大群人因这一奇异的景象而奔聚过来时,他召集了公民大会,登上讲台,发表了如下的演说。