§3.73.1ταύτης δὴ τῆς πείρας ἀποτυχόντες καὶ διαλλαγὰς τῆς ἔχθρας διὰ φίλων εὑρόμενοι μετρίως τὴν ἀγνωμοσύνην αὐτῶν ἐνέγκαντος τοῦ Ταρκυνίου διὰ τὰς ἐκ τοῦ πατρὸς εὐεργεσίας καὶ τὴν μετάνοιαν ἱκανὴν ὑπολαμβάνοντος εἶναι τῆς προπετείας διόρθωσιν ἔτη μὲν τρία διέμειναν ἐν τῇ προσποιήσει τῆς φιλίας·
この試みに失敗した彼らは、友人たちを通じて敵意の和解にこぎつけ、タルクィニウスが彼らの父親からの恩恵ゆえに、彼らの不実を寛大に耐え忍び、その悔い改めが軽率さの十分な矯正になると考えていたため、三年のあいだは友情を装い続けた。
ἐπειδὴ δὲ καιρὸν ὑπέλαβον ἐπιτήδειον ἔχειν δόλον ἐπʼ αὐτῷ ῥάπτουσι τοιόνδε·
しかし、好機を得たと考えたとき、彼らは王に対して次のような陰謀を企てた。
§3.73.2νεανίσκους δύο τῶν ἐκ τῆς συνωμοσίας τοὺς τολμηροτάτους ποιμενικαῖς ἐνδύσαντες στολαῖς καὶ δρεπάνοις καθοπλίσαντες ὑλουργοῖς πέμπουσιν ἐπὶ τὴν οἰκίαν τοῦ βασιλέως ἡμέρας μεσούσης διδάξαντες ἃ χρὴ λέγειν τε καὶ πράττειν καὶ τὸν τρόπον τῆς ἐπιθέσεως αὐτοῖς ὑφηγησάμενοι.
彼らは、陰謀の仲間のうちで最も大胆な二人の若者に羊飼いの服を着せ、木こりの大鎌で武装させて、日中に王の家へと送り込んだ。 あらかじめ語るべきこと、なすべきことを教え込み、襲撃の方法を指示した上でのことであった。
οὗτοι πλησίον τῶν βασιλείων γενόμενοι κακῶς τε ἀλλήλους ἔλεγον ὡς ἀδικούμενοι καὶ οὐδὲ τὼ χεῖρε τῶν σωμάτων ἀπείχοντο βοῇ τε μεγάλῃ χρώμενοι τὴν παρὰ τοῦ βασιλέως βοήθειαν ἐκάλουν ἀμφότεροι, παρόντων αὐτοῖς συχνῶν ἐκ τῆς συνωμοσίας, ἀγροίκων δὴ τῷ λόγῳ, συναγανακτούντων τε ἀμφοτέροις καὶ συμμαρτυρούντων.
この者たちは王宮の近くにやって来ると、不当な扱いを受けているかのように互いを罵り合い、互いの体に手をかけることも辞さず、大声を張り上げながら、両者ともに王に助けを求めて呼び立てた。 彼らの周りには、口実としては田舎者たちである、陰謀の仲間が多数立ち会っており、彼らも両者に同調して憤慨し、証言をしていた。
§3.73.3ὡς δὲ εἰσκαλέσας αὐτοὺς ὁ βασιλεὺς λέγειν ἐκέλευσεν ὑπὲρ ὧν διεφέροντο, αἰγῶν μὲν ἀμφισβητεῖν ἐσκήπτοντο, κεκραγότες δὲ ἅμα καὶ παθαινόμενοι τὸν ἄγριον τρόπον καὶ μηθὲν εἰς τὸ πρᾶγμα λέγοντες πολὺν ἐκίνησαν ἐξ ἁπάντων γέλωτα.
王が彼らを招き入れ、何について争っているのか話すように命じると、彼らは山羊をめぐって争っていると装い、同時に大声を張り上げて野蛮な様子で激高してみせ、事件の本筋には何一つ語らなかったため、居合わせたすべての人々の間に大笑いを引き起こした。
ὡς δʼ ἐκ τοῦ καταφρονεῖσθαι καιρὸν ἔδοξαν εἰληφέναι τῆς ἐπιχειρήσεως τὸν ἐπιτήδειον, φέρουσι κατὰ τῆς κεφαλῆς τοῦ βασιλέως πληγὰς τοῖς δρεπάνοις καὶ τοῦτο πράξαντες ἔφευγον ἔξω θυρῶν.
そして、侮られていることから襲撃を実行するのに絶好の機会を得たと考えたとき、彼らは王の頭に大鎌で何度も斬りつけ、これを行うと戸外へと逃走した。
§3.73.4κραυγῆς δὲ γενομένης ἐπὶ τῷ πάθει καὶ βοηθείας πολλαχόθεν συνδραμούσης οὐ δυνηθέντες διαφυγεῖν συλλαμβάνονται πρὸς τῶν ἐπιδιωξάντων, καὶ μετὰ τοῦτο βασάνοις καταικισθέντες καὶ τοὺς ἀρχηγοὺς τῆς ἐπιβουλῆς ἀναγκασθέντες εἰπεῖν τῆς προσηκούσης τιμωρίας ἔτυχον σὺν χρόνῳ.
この惨劇に叫び声が上がり、四方から助けが駆けつけると、彼らは逃げ切ることができず、追撃した者たちによって捕らえられた。 そしてその後、彼らは拷問にかけられ、陰謀の首謀者たちを白状するように強制され、やがて相応の処罰を受けることとなった。