§3.7.1ταῦτα δὴ μαθὼν ὁ Φουφέττιος ἔτι μᾶλλον ἔσπευσε ποιήσασθαι τὰς διαλύσεις, ὡς οὐδὲ αἱρέσεως ἔτι τοῦ μὴ ταῦτα πράττειν σφίσι καταλειπομένης.
これを知ったフフェティウスは、自分たちにはもはやこのような行動をとらないという選択肢すら残されていないかのように、いっそう急いで和解を結ぼうとした。
ἐγεγόνει δὲ καὶ τῷ βασιλεῖ τῶν Ῥωμαίων ὑπὲρ τῆς συνωμοσίας ταύτης μήνυσις παρὰ τῶν ἐκ Φιδήνης φίλων, ὥστʼ οὐδʼ αὐτὸς ἔτι διαμελλήσας δέχεται τὰς τοῦ Φουφεττίου προκλήσεις.
しかし、ローマの王にもまた、フィデナエにいる友人たちからこの陰謀についての密告がなされていた。 それゆえ彼自身も、もはや躊躇することなく、フフェティウスの申し出を受け入れた。
ἐπεὶ δὲ συνῆλθον εἰς τὸ μεταξὺ τῶν στρατοπέδων χωρίον ἐπαγόμενοι συμβούλους ἑκάτεροι τοὺς φρονῆσαι τὰ δέοντα ἱκανούς, ἀσπασάμενοι πρῶτον ἀλλήλους ὡς πρότερον εἰώθεσαν καὶ φιλοφρονηθέντες τὰς ἑταιρικάς τε καὶ συγγενικὰς φιλοφροσύνας διελέγοντο περὶ τῶν διαλύσεων.
そして、双方が適切な判断を下すに足りる顧問団を伴って両陣営の間にある地に集まると、まず以前の習慣通りに互いに挨拶を交わし、親友あるいは親族としての親愛の情を示し合いながら、和平について話し合った。
§3.7.2ἤρχετο δʼ ὁ Ἀλβανὸς πρότερος τοιάδε λέγων·
そして、アルバ人の指揮官が先に話し始め、次のように語った。
ἀναγκαῖον εἶναί μοι δοκεῖ τὰς αἰτίας πρῶτον ἐπιδεῖξαι, δι’ ὰς ἐγὼ πρῶτος ἠξίωσα περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι, οὔτε μάχῃ κρατηθεὶς ὑφʼ ὑμῶν οὔτʼ ἐπισιτισμοὺς εἰσάγεσθαι κωλυόμενος οὔτε εἰς ἄλλην κατακεκλεισμένος ἀνάγκην οὐδεμίαν, ἵνα μή με ὑπολάβητε τῆς μὲν οἰκείας δυνάμεως ἀσθένειαν κατεγνωκότα, τὴν δὲ ὑμετέραν ἰσχὺν δυσκαταγώνιστον εἶναι νομίζοντα εὐπρεπῆ ζητεῖν ἀπαλλαγὴν τοῦ πολέμου.
「私が、あなたがたに戦いで敗れたわけでもなく、食糧の搬入を妨げられているわけでもなく、他のいかなる窮地に追い込まれているわけでもないのに、なぜ自ら進んでまず戦争の終結について話し合おうと求めたのか、その理由を最初に説明することが必要であると私は考えます。 それは、私が自軍の弱さを認め、あなたがたの力が打ち負かしがたいものであると考えて、戦争からの体裁のよい逃れ道を模索しているのだと、あなたがたに誤解されないためです。
ἀφόρητοι γὰρ ἂν γένοισθε ὑπὸ βαρύτητος, εἴ τι πεισθείητε περὶ ἡμῶν τοιοῦτον, καὶ οὐθὲν ἂν τῶν μετρίων ὑπομείναιτε ποιεῖν, ὡς κρατοῦντες §3.7.3ἤδη τῷ πολέμῳ.
というのも、もしあなたがたが私たちについてそのようなことを信じ込むならば、その傲慢さゆえに耐え難いものとなり、すでに戦争に勝利した者として、いかなる公正な要求にも応じようとしなくなるだろうからです。
ἵνα δὴ μὴ τὰς ψευδεῖς αἰτίας εἰκάζητε περὶ τῆς ἐμῆς προαιρέσεως, διʼ ἃς ἀξιῶ καταλύσασθαι τὸν πόλεμον, ἀκούσατε τὰς ἀληθεῖς·
それゆえ、私が戦争の終結を求める決意について、あなたがたが誤った理由を憶測しないために、真実の理由をお聞きください。
ἐγὼ στρατηγὸς ἀποδειχθεὶς ὑπὸ τῆς πατρίδος αὐτοκράτωρ ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἐσκόπουν τίνες ἦσαν αἱ συνταράξασαι τὰς πόλεις ἡμῶν προφάσεις.
私は祖国によって全権を有する将軍に任命され、その権力を引き受けると同時に、私たちの両都市を混乱に陥れた口実がいかなるものであったかを熟考しました。
ὁρῶν δὲ μικρὰς καὶ φαύλας καὶ οὐχ ἱκανὰς διελεῖν τοσαύτην φιλίαν καὶ συγγένειαν οὐ τὰ κράτιστα ἡγούμην οὔτε Ἀλβανοὺς οὔτε ὑμᾶς βουλεύσασθαι.
しかし、それらが些細で取るに足らないものであり、これほど深い友情と血縁関係を引き裂くには及ばないものであると見て、アルバ人もあなたがたも最善の決断を下したわけではないと考えました。
§3.7.4ἔτι δὲ μᾶλλον ἔγνων τοῦτο καὶ πολλὴν κατέγνων ἀμφοτέρων ἡμῶν μανίαν, ἐπειδὴ παρῆλθον ἐπὶ τὰ πράγματα καὶ πεῖραν ἐλάμβανον τῆς ἑκάστου προαιρέσεως.
私が国政に携わり、それぞれの決意を確かめるようになると、このことをいっそう強く認識し、私たちの双方の甚だしい狂気を非難するようになりました。
οὔτε γὰρ ἐν τοῖς ἰδίοις οὔτʼ ἐν τοῖς κοινοῖς συλλόγοις ὁμονοοῦντας ὑπὲρ τοῦ πολέμου πάντας Ἀλβανοὺς ἑώρων, μακρῷ δέ τινι τῶν ἐξ ἀνθρωπίνου λογισμοῦ καταλαμβανομένων χαλεπῶν τὰ δαιμόνια σημεῖα, ὁπότε χρησαίμην σφαγίοις περὶ μάχης, χαλεπώτερα γινόμενα πολλὴν δυσθυμίαν παρεῖχέ μοι καὶ ἀμηχανίαν.
というのも、私的な集まりでも公的な集会でも、すべてのアルバ人が戦争に賛同しているわけではないのを目にしましたし、また、戦闘について犠牲獣の肝を占うたびに、神々からの不吉な兆候が、人間の理知によって察知されるいかなる災厄よりもはるかに深刻なものとなって現れ、私に大きな落胆と途方に暮れる思いを与えたからです。
§3.7.5ἐνθυμούμενος δὴ ταῦτα τῆς μὲν ἐπὶ τοὺς ἀγῶνας ὁρμῆς ἐπέσχον, ἀναβολὰς δὲ καὶ διατριβὰς ἐποιούμην τοῦ πολέμου προτέρους ὑμᾶς οἰόμενος ἄρξειν τῶν περὶ φιλίας λόγων·
これらを深く考慮して、私は戦いへの突撃を思いとどまり、あなたがたが先に和平の話し合いを切り出すだろうと考えて、戦争を引き延ばし、遅延させていました。
καὶ ἔδει γε, ὦ Τύλλε, τοῦτο ποιεῖν ὑμᾶς ἀποίκους ὄντας ἡμῶν καὶ μὴ περιμένειν ἕως ἡ μητρόπολις ἄρξῃ.
そして、トゥルスよ、私たちの植民市であるあなたがたこそがこれを行うべきであり、本国が口火を切るのを待つべきではなかったのです。
ὅσης γὰρ ἀξιοῦσι τιμῆς τυγχάνειν οἱ πατέρες παρὰ τῶν ἐκγόνων, τοσαύτης οἱ κτίσαντες τὰς πόλεις παρὰ τῶν ἀποίκων.
というのも、親が子からどれほどの敬意を受けるにふさわしいとされるか、それと同じだけの敬意を、都市の創設者は植民市から受けるにふさわしいからです。
§3.7.6ἐν ᾧ δὲ ἡμεῖς ἐμέλλομεν καὶ παρετηροῦμεν ἀλλήλους, πότεροι τῶν εὐγνωμόνων ἄρξουσι λόγων, ἑτέρα τις ἡμᾶς ἀνάγκη κρείττων ἅπαντος ἀνθρωπίνου λογισμοῦ περιλαβοῦσα συνάγει·
しかし、私たちが躊躇し、どちらが先に理にかなった言葉を切り出すかと互いに出方をうかがっている間に、人間のいかなる知恵をも超越した、別の、より強力な必然性が私たちを取り囲み、結びつけました。
ἣν ἐγὼ πυθόμενος ἔτι λανθάνουσαν ὑμᾶς οὐκέτʼ ᾠόμην δεῖν τῆς εὐπρεπείας τῶν διαλλαγῶν στοχάζεσθαι.
あなたがたにはまだ知らされていないその必然性を私が知るに及んで、私はもはや和平交渉の体裁を気にするべきではないと考えたのです。
δειναὶ γὰρ, ὦ Τύλλε, μηχαναὶ πλέκονται καθʼ ἡμῶν καὶ δόλος ἄφυκτος ἔρραπται κατʼ ἀμφοτέρων, ὃς ἔμελλεν ἀκονιτὶ καὶ δίχα πόνου πάντα συντρίψειν καὶ διαφθερεῖν ἡμῶν τὰ §3.7.7πράγματα πυρὸς ἢ ποταμοῦ δίκην ἐμπεσών.
トゥルスよ、恐るべき陰謀が私たちに対して巡らされており、私たちの双方を狙った、避けがたい罠が仕組まれているからです。 それは、戦わずして、また骨を折ることなく、私たちのすべてを粉砕し、私たちの国を¦3.7.7 火や洪水の如く襲いかかって破滅させるものでした。
δημιουργοὶ δὲ τῶν ἀνοσίων βουλευμάτων εἰσὶν οἱ δυνατώτατοι Φιδηναίων τε καὶ Οὐιεντανῶν συνελθόντες.
そして、その不敬な計画の首謀者は、一堂に会したフィデナエ人とウェイイ人の最も有力な者たちなのです。
ὅστις δὲ ὁ τῆς ἐπιβουλῆς αὐτῶν τρόπος ἦν καὶ πόθεν εἰς ἐμὲ ἡ τῶν ἀπορρήτων βουλευμάτων γνῶσις ἐλήλυθεν ἀκούσατε.
彼らの陰謀がいかなる方法で進められていたか、そしてその極秘の計画に関する知識がどのようにして私のもとに届いたのか、お聞きください。 」