Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.73.1-3.73.4

伪装牧羊人刺杀塔尔奎纽斯与刺客受刑

第 244 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯的儿子们在伪装友好三年后,派两名伪装成牧羊人并携带着大镰刀的同伙去国王面前上演假争执,趁其不备袭击了国王的头部,随后两人被捕并受到严惩。

§3.73.1ταύτης δὴ τῆς πείρας ἀποτυχόντες καὶ διαλλαγὰς τῆς ἔχθρας διὰ φίλων εὑρόμενοι μετρίως τὴν ἀγνωμοσύνην αὐτῶν ἐνέγκαντος τοῦ Ταρκυνίου διὰ τὰς ἐκ τοῦ πατρὸς εὐεργεσίας καὶ τὴν μετάνοιαν ἱκανὴν ὑπολαμβάνοντος εἶναι τῆς προπετείας διόρθωσιν ἔτη μὲν τρία διέμειναν ἐν τῇ προσποιήσει τῆς φιλίας· ἐπειδὴ δὲ καιρὸν ὑπέλαβον ἐπιτήδειον ἔχειν δόλον ἐπʼ αὐτῷ ῥάπτουσι τοιόνδε· §3.73.2νεανίσκους δύο τῶν ἐκ τῆς συνωμοσίας τοὺς τολμηροτάτους ποιμενικαῖς ἐνδύσαντες στολαῖς καὶ δρεπάνοις καθοπλίσαντες ὑλουργοῖς πέμπουσιν ἐπὶ τὴν οἰκίαν τοῦ βασιλέως ἡμέρας μεσούσης διδάξαντες ἃ χρὴ λέγειν τε καὶ πράττειν καὶ τὸν τρόπον τῆς ἐπιθέσεως αὐτοῖς ὑφηγησάμενοι.
这次尝试失败后,他们通过朋友达成了消除敌意的和解。 由于塔尔昆乌斯因他们父亲的恩惠而宽容地容忍了他们的不义,并认为他们的悔改足以改正他们的鲁莽,他们便在友谊的伪装中维持了三年;但当他们认为时机合适时,便对他策划了如下的阴谋:他们将同伙中最胆大包天的两名青年装扮成牧羊人的衣服,并用伐木的大镰刀武装起来,在中午时分派往国王的住所,事先教会了他们该说些什么、该做些什么,并向他们指示了袭击的方式。
οὗτοι πλησίον τῶν βασιλείων γενόμενοι κακῶς τε ἀλλήλους ἔλεγον ὡς ἀδικούμενοι καὶ οὐδὲ τὼ χεῖρε τῶν σωμάτων ἀπείχοντο βοῇ τε μεγάλῃ χρώμενοι τὴν παρὰ τοῦ βασιλέως βοήθειαν ἐκάλουν ἀμφότεροι, παρόντων αὐτοῖς συχνῶν ἐκ τῆς συνωμοσίας, ἀγροίκων δὴ τῷ λόγῳ, συναγανακτούντων τε ἀμφοτέροις καὶ συμμαρτυρούντων.
这两个人来到王宫附近后,便互相谩骂,声称自己受了委屈,甚至动手打斗,并大声叫喊,两人都呼唤国王的救援。 当时他们身边有许多同伙在场——名义上是乡下人——他们也随之同声愤慨并为其作证。
§3.73.3ὡς δὲ εἰσκαλέσας αὐτοὺς ὁ βασιλεὺς λέγειν ἐκέλευσεν ὑπὲρ ὧν διεφέροντο, αἰγῶν μὲν ἀμφισβητεῖν ἐσκήπτοντο, κεκραγότες δὲ ἅμα καὶ παθαινόμενοι τὸν ἄγριον τρόπον καὶ μηθὲν εἰς τὸ πρᾶγμα λέγοντες πολὺν ἐκίνησαν ἐξ ἁπάντων γέλωτα.
当国王召见他们,命令他们说明争执的原因时,他们假装是在争夺山羊,同时大声喊叫,以野蛮的方式装出激怒的样子,而对事情的关键却一字不提,引起了在场所有人的哄堂大笑。
ὡς δʼ ἐκ τοῦ καταφρονεῖσθαι καιρὸν ἔδοξαν εἰληφέναι τῆς ἐπιχειρήσεως τὸν ἐπιτήδειον, φέρουσι κατὰ τῆς κεφαλῆς τοῦ βασιλέως πληγὰς τοῖς δρεπάνοις καὶ τοῦτο πράξαντες ἔφευγον ἔξω θυρῶν.
当他们因被小看而认为抓住了袭击的绝佳时机时,他们便用大镰刀朝国王的头上砍去,得手后便逃往门外。
§3.73.4κραυγῆς δὲ γενομένης ἐπὶ τῷ πάθει καὶ βοηθείας πολλαχόθεν συνδραμούσης οὐ δυνηθέντες διαφυγεῖν συλλαμβάνονται πρὸς τῶν ἐπιδιωξάντων, καὶ μετὰ τοῦτο βασάνοις καταικισθέντες καὶ τοὺς ἀρχηγοὺς τῆς ἐπιβουλῆς ἀναγκασθέντες εἰπεῖν τῆς προσηκούσης τιμωρίας ἔτυχον σὺν χρόνῳ.
惨剧发生后,现场一片呼喊,救援从四面八方奔来,他们无法逃脱,被追捕的人当场擒获。 此后,他们受到严刑拷打,被迫供出了阴谋的首脑,并最终在随后的时间里受到了应有的惩罚。

词汇与语法注释

  1. 3.73.1μετρίως τὴν ἀγνωμοσύνην αὐτῶν ἐνέγκαντος τοῦ Ταρκυνίου — 以 τοῦ Ταρκυνίου 为逻辑主语的独立属格结构。接下来的分词 καὶ τὴν μετάνοιαν ἱκανὴν ὑπολαμβάνοντος 同样属于该独立属格结构,修饰 τοῦ Ταρκυνίου,表示主句动词 διέμειναν 的原因。
  2. 3.73.2ἀγροίκων δὴ τῷ λόγῳ — 短语 τῷ λόγῳ 意为“名义上、在借口上”(与 ἔργῳ“实际上”相对),作为独立属格主语 συχνῶν 的同格语或谓语性附加语,表明这些人的乡下人身份只是为了实施阴谋而进行的伪装。
  3. 3.73.3ὡς δʼ ἐκ τοῦ καταφρονεῖσθαι — 由连词 ὡς(“当……时”)引导的从句开头。短语 ἐκ τοῦ καταφρονεῖσθαι 由前置词 ἐκ 结合被动语态冠词性不定式构成,表示契机或原因,即“由于被(旁人当作愚蠢的乡下人而)看不起”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.73.1-3.73.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.73.1-3.73.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。