§3.72.1βασιλεὺς δὲ Ταρκύνιος ἀναπεπαυμένος ἤδη τῶν πολεμικῶν ἔργων διὰ γῆρας, ἦν γὰρ ὀγδοηκονταέτης, δολοφονηθεὶς ὑπὸ τῶν Ἄγκου Μαρκίου παίδων ἀποθνήσκει ἐπιχειρησάντων μὲν ἔτι πρότερον ἐκβαλεῖν αὐτὸν ἐκ τῆς ἀρχῆς καὶ πολλάκις τοῦτο πραγματευσαμένων κατʼ ἐλπίδα τοῦ περιπεσεῖν εἰς αὐτοὺς ἐκπεσόντος ἐκείνου τὴν δυναστείαν, ὡς δὴ πατρῴαν σφίσιν ὑπάρχουσαν καὶ ἐκ τοῦ ῥᾴστου πρὸς τῶν πολιτῶν δοθησομένην.
タルクィニウス王は、老齢のために(彼は八十歳であった)すでに軍事行動から身を引いていたが、アンクス・マルキウスの息子たちによって暗殺されて没した。 彼らは、王が追放されれば自分たちに支配権が転がり込んでくるという希望を抱いて、すでに以前から王を権力から追放しようと企て、これを何度も画策していた。 支配権は自分たちの父祖伝来のものであり、市民たちによってきわめて容易に与えられるであろうと考えていたからである。
§3.72.2ἐπεὶ δὲ διήμαρτον τῆς ἐλπίδος, ἐπιβουλὴν ἄφυκτον κατʼ αὐτοῦ ἐμηχανήσαντο, ἣν οὐκ εἴασεν ἀτιμώρητον γενέσθαι τὸ δαιμόνιον.
しかし彼らがこの希望を失うと、王に対して逃れられない陰謀を企てたが、神的な力はそれを罰しないままにはしておかなかった。
διηγήσομαι δὲ καὶ τὸν τῆς ἐπιβουλῆς τρόπον ἀπὸ τῆς πρώτης ἐπιχειρήσεως αὐτῶν ἀρξάμενος.
私はその陰謀の手口について、彼らの最初の企てから説き起こして説明しよう。
§3.72.3ὁ Νέβιος ἐκεῖνος ὁ δεινὸς οἰωνομάντις, ὃν ἔφην ἐναντιωθῆναί ποτε τῷ βασιλεῖ πλείονας ἐξ ἐλασσόνων ποιῆσαι τὰς φυλὰς βουλομένῳ, ὅτε μάλιστα ἤνθει διὰ τὴν τέχνην καὶ πλεῖστον ἠδύνατο Ῥωμαίων ἁπάντων, εἴτε φθονηθεὶς ὑπὸ τῶν ἀντιτέχνων τινὸς εἴτʼ ἐπιβουλευθεὶς ὑπʼ ἐχθρῶν εἴτε ὅ τι δή ποτε ἄλλο παθὼν ἀφανὴς ἄφνω γίνεται, καὶ οὔτε τὸν μόρον αὐτοῦ τις ἠδύνατο τῶν προσηκόντων συμβαλεῖν οὔτε τὸ σῶμα ἐξευρεῖν·
あの優れた鳥占官ネウィウス、すなわち、王が部族を少ない数から増やそうと望んだとき、かつてこれに反対したと私が述べたあのネウィウスであるが、彼がその占術によって最も栄え、すべてのローマ人のうちで最も大きな影響力を持っていたとき、同業者の誰かに妬まれたためか、あるいは敵たちによって陰謀を企てられたためか、あるいは何か他のことがその身に起こったためか、突然姿を消した。 そして、親族の誰も、彼の死の真相を推測することも、遺体を見つけ出すこともできなかった。
§3.72.4ἀχθομένου δὲ τοῦ δήμου καὶ δεινῶς φέροντος τὸ πάθος ὑπονοίας τε πολλὰς καὶ κατὰ πολλῶν λαμβάνοντος, κατανοήσαντες τὴν ὁρμὴν τοῦ πλήθους οἱ τοῦ Μαρκίου παῖδες, ἐπὶ τὸν βασιλέα Ταρκύνιον τὴν διαβολὴν τοῦ ἄγους ἀνέφερον ἄλλο μὲν οὐθὲν ἔχοντες φέρειν τῆς διαβολῆς οὔτε τεκμήριον οὔτε σημεῖον, δυσὶ δὲ τοῖς εἰκόσι τούτοις κρατυνόμενοι πρῶτον μέν, ὅτι πολλὰ καὶ καινὰ περὶ τὴν πολιτείαν διεγνωκὼς παρανομεῖν τὸν ἐναντιωσόμενον ὥσπερ ἐπὶ τῶν προτέρων ἐκ ποδῶν ἐβούλετο ποιήσασθαι, ἔπειτα ὅτι δεινοῦ πάθους γεγονότος οὐδεμίαν ἐποιήσατο τῶν δεδρακότων ζήτησιν, ἀλλʼ ἀμελείᾳ παρέδωκε τὸ πραχθέν, ὅπερ οὐκ ἂν ποιῆσαί
民衆が腹を立て、この事件をひどく悲しみ、多くの人々に対して数々の疑念を抱いていたとき、マルキウスの息子たちは群衆のこうした興奮を察知して、この不敬極まる犯罪の嫌疑をタルクィニウス王へと差し向けた。 彼らはこの非難のために、確実な証拠も兆候も他には何一つ提示できなかったが、次の二つのもっともらしい推測に基づいて自説を強めていた。 第一に、王は国制に関して多くの不法な新機軸を断行しようと決心しており、以前のように反対する者をあらかじめ排除しておきたいと望んだということ。 第二に、これほど恐ろしい事件が起きたにもかかわらず、犯人たちの捜査を全く行わず、なされたことを放置して顧みなかったこと。
§3.72.5τινα τῶν ἔξω τῆς αἰτίας ὑπαρχόντων.
これは容疑をかけられることのない潔白な者であれば誰も行わないであろうことであった。
παρασκευασάμενοι δὲ μεγάλας ἑταιρείας περὶ αὑτοὺς πατρικίων τε καὶ δημοτικῶν, οἷς τὰς ἑαυτῶν οὐσίας κατηγορήγουν, πολλὴν ἐποιοῦντο τοῦ Ταρκυνίου κατηγορίαν καὶ τῷ δήμῳ παρῄνουν μὴ περιορᾶν ἄνδρα μιαρὸν ἱεροῖς τε προσφέροντα τὰς χεῖρας καὶ τὴν ἐξουσίαν μιαίνοντα καὶ ταῦτʼ οὐκ ἐπιχώριον ἀλλʼ ἐπήλυτον ὄντα καὶ ἄπολιν.
彼らは、自分たちの周りに貴族や平民からなる大きな徒党を組織し、彼らに自分たちの財産を分け与えて懐柔しつつ、タルクィニウスに対する激しい告発を行い、民衆に対して、神聖なものに手をかけ、支配権を汚し、しかも土地の者ではなく、よそ者であり祖国のない忌まわしい男を放置しておくべきではないと勧告した。
§3.72.6τοιαῦτα κατὰ τὴν ἀγορὰν δημηγοροῦντες ἄνδρες ἰταμοὶ καὶ λέγειν οὐκ ἀδύνατοι πολλοὺς μὲν ἠρέθισαν τῶν δημοτικῶν, οἳ παραγενόμενον αὐτὸν εἰς τὴν ἀγορὰν ἀπολογίας χάριν ἐξελαύνειν ἐπεχείρησαν ὡς οὐ καθαρόν·
広場でこのように演説を行っていた、大胆不敵で弁の立つ男たちは、平民たちの多くを扇動した。 そのため、彼らは、王が自らの弁明のために広場にやって来たとき、王を不浄な者として追い出そうと企てた。
οὐ μὴν καταγωνίσασθαί γε τὴν ἀλήθειαν ἴσχυσαν οὐδὲ πεῖσαι τὸν δῆμον ἐδυνήθησαν ἐκβαλεῖν αὐτὸν ἐκ τῆς ἀρχῆς.
しかし、彼らは真実を打ち負かすことはできず、王を権力から追放するよう民衆を説得することもできなかった。
§3.72.7ἐπεὶ δὲ αὐτός τε ἀπολογηθεὶς κράτιστα περὶ αὑτοῦ τὴν διαβολὴν ἀπελύσατο καὶ ὁ κηδεστὴς αὐτοῦ Τύλλιος, ᾧ τὴν ἑτέραν δεδωκὼς ἦν θυγατέρα, μέγιστον ἐν τῷ δήμῳ δυνάμενος εἰς ἔλεον τοὺς Ῥωμαίους ὑπηγάγετο, συκοφάνται καὶ πονηροὶ δόξαντες εἶναι καὶ πολλὴν ὀφλόντες αἰσχύνην ἀπῆλθον ἐκ τῆς ἀγορᾶς.
しかし、王自身が自らについて見事に弁明して非難をそらし、また彼の婿であり(王はもう一人の娘を彼に嫁がせていた)、民衆の間で絶大な影響力を持っていたトゥッリウスが、ローマ人たちの心に同情を呼び起こしたとき、彼らは中傷者かつ悪党と見なされ、多大なる恥辱を被って広場から退散した。