§3.7.1ταῦτα δὴ μαθὼν ὁ Φουφέττιος ἔτι μᾶλλον ἔσπευσε ποιήσασθαι τὰς διαλύσεις, ὡς οὐδὲ αἱρέσεως ἔτι τοῦ μὴ ταῦτα πράττειν σφίσι καταλειπομένης.
福费提乌斯得知此事后,更加急于达成和解,仿佛他们已不再有不这样做(即不达成和解)的选择余地。
ἐγεγόνει δὲ καὶ τῷ βασιλεῖ τῶν Ῥωμαίων ὑπὲρ τῆς συνωμοσίας ταύτης μήνυσις παρὰ τῶν ἐκ Φιδήνης φίλων, ὥστʼ οὐδʼ αὐτὸς ἔτι διαμελλήσας δέχεται τὰς τοῦ Φουφεττίου προκλήσεις.
然而,罗马国王也从他在斐代奈的朋友那里得到了关于这一阴谋的告发,因此他自己也不再迟疑,接受了福费提乌斯的提议。
ἐπεὶ δὲ συνῆλθον εἰς τὸ μεταξὺ τῶν στρατοπέδων χωρίον ἐπαγόμενοι συμβούλους ἑκάτεροι τοὺς φρονῆσαι τὰ δέοντα ἱκανούς, ἀσπασάμενοι πρῶτον ἀλλήλους ὡς πρότερον εἰώθεσαν καὶ φιλοφρονηθέντες τὰς ἑταιρικάς τε καὶ συγγενικὰς φιλοφροσύνας διελέγοντο περὶ τῶν διαλύσεων.
当他们来到两军营地中间的空地会合时,双方都带来了足以出谋划策的顾问,他们首先像往常一样互相致意,并在表达了朋友与亲属间的亲切情谊之后,开始商讨和解事宜。
§3.7.2ἤρχετο δʼ ὁ Ἀλβανὸς πρότερος τοιάδε λέγων· ἀναγκαῖον εἶναί μοι δοκεῖ τὰς αἰτίας πρῶτον ἐπιδεῖξαι, δι’ ὰς ἐγὼ πρῶτος ἠξίωσα περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι, οὔτε μάχῃ κρατηθεὶς ὑφʼ ὑμῶν οὔτʼ ἐπισιτισμοὺς εἰσάγεσθαι κωλυόμενος οὔτε εἰς ἄλλην κατακεκλεισμένος ἀνάγκην οὐδεμίαν, ἵνα μή με ὑπολάβητε τῆς μὲν οἰκείας δυνάμεως ἀσθένειαν κατεγνωκότα, τὴν δὲ ὑμετέραν ἰσχὺν δυσκαταγώνιστον εἶναι νομίζοντα εὐπρεπῆ ζητεῖν ἀπαλλαγὴν τοῦ πολέμου.
这位阿尔巴人的领袖首先开口说道: “我认为有必要首先说明,为什么是我首先提出讨论结束战争的事情,而我既未在战斗中被你们击败,也没有被阻断粮食的输入,更没有被逼入任何其他的绝境。 免得你们以为我是在认清了己方力量的软弱、并认为你们的实力难以战胜之后,才在寻求体面地摆脱战争。
ἀφόρητοι γὰρ ἂν γένοισθε ὑπὸ βαρύτητος, εἴ τι πεισθείητε περὶ ἡμῶν τοιοῦτον, καὶ οὐθὲν ἂν τῶν μετρίων ὑπομείναιτε ποιεῖν, ὡς κρατοῦντες §3.7.3ἤδη τῷ πολέμῳ.
因为如果你们对我们产生这样的看法,你们会因傲慢而变得令人无法忍受,并且绝不愿做出任何合情合理的事,仿佛你们已经在这场战争中获胜了。
ἵνα δὴ μὴ τὰς ψευδεῖς αἰτίας εἰκάζητε περὶ τῆς ἐμῆς προαιρέσεως, διʼ ἃς ἀξιῶ καταλύσασθαι τὸν πόλεμον, ἀκούσατε τὰς ἀληθεῖς· ἐγὼ στρατηγὸς ἀποδειχθεὶς ὑπὸ τῆς πατρίδος αὐτοκράτωρ ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἐσκόπουν τίνες ἦσαν αἱ συνταράξασαι τὰς πόλεις ἡμῶν προφάσεις.
因此,为了使你们不至于对我的决意(即我要求结束战争的缘由)进行虚假的猜测,请听听真实的理由:当我被祖国委任为拥有全权的统帅时,我一接掌权力,就开始思考究竟是什么借口扰乱了我们两座城市。
ὁρῶν δὲ μικρὰς καὶ φαύλας καὶ οὐχ ἱκανὰς διελεῖν τοσαύτην φιλίαν καὶ συγγένειαν οὐ τὰ κράτιστα ἡγούμην οὔτε Ἀλβανοὺς οὔτε ὑμᾶς βουλεύσασθαι.
当我看到这些借口是如此微小、微不足道,根本不足以割裂如此深厚的友谊与血缘关系时,我认为阿尔巴人和你们都没有做出最好的抉择。
§3.7.4ἔτι δὲ μᾶλλον ἔγνων τοῦτο καὶ πολλὴν κατέγνων ἀμφοτέρων ἡμῶν μανίαν, ἐπειδὴ παρῆλθον ἐπὶ τὰ πράγματα καὶ πεῖραν ἐλάμβανον τῆς ἑκάστου προαιρέσεως.
当我亲自执掌政务并开始检验每一方的决心时,我更加确信了这一点,并对我们双方的巨大疯狂深感痛惜。
οὔτε γὰρ ἐν τοῖς ἰδίοις οὔτʼ ἐν τοῖς κοινοῖς συλλόγοις ὁμονοοῦντας ὑπὲρ τοῦ πολέμου πάντας Ἀλβανοὺς ἑώρων, μακρῷ δέ τινι τῶν ἐξ ἀνθρωπίνου λογισμοῦ καταλαμβανομένων χαλεπῶν τὰ δαιμόνια σημεῖα, ὁπότε χρησαίμην σφαγίοις περὶ μάχης, χαλεπώτερα γινόμενα πολλὴν δυσθυμίαν παρεῖχέ μοι καὶ ἀμηχανίαν.
因为无论在私人聚会还是在公共集会中,我都看到并非所有的阿尔巴人都对战争意见一致;而且每当我为战斗占卜祭品时,神圣的预兆变得比任何凭人类理智所能预料的灾祸还要严重得多,这给我带来了极大的沮丧和困惑。
§3.7.5ἐνθυμούμενος δὴ ταῦτα τῆς μὲν ἐπὶ τοὺς ἀγῶνας ὁρμῆς ἐπέσχον, ἀναβολὰς δὲ καὶ διατριβὰς ἐποιούμην τοῦ πολέμου προτέρους ὑμᾶς οἰόμενος ἄρξειν τῶν περὶ φιλίας λόγων·
考虑到这些,我克制了投入战斗的冲动,并在战争中制造拖延和耽搁,以为你们会首先开始关于友好协商的话语。
καὶ ἔδει γε, ὦ Τύλλε, τοῦτο ποιεῖν ὑμᾶς ἀποίκους ὄντας ἡμῶν καὶ μὴ περιμένειν ἕως ἡ μητρόπολις ἄρξῃ.
事实上,图路斯,你们作为我们的移民,理应这样做,而不应等待母邦先开口。
ὅσης γὰρ ἀξιοῦσι τιμῆς τυγχάνειν οἱ πατέρες παρὰ τῶν ἐκγόνων, τοσαύτης οἱ κτίσαντες τὰς πόλεις παρὰ τῶν ἀποίκων.
因为父母理应从子孙那里获得多少尊敬,建城者也理应从移民那里获得多少尊敬。
§3.7.6ἐν ᾧ δὲ ἡμεῖς ἐμέλλομεν καὶ παρετηροῦμεν ἀλλήλους, πότεροι τῶν εὐγνωμόνων ἄρξουσι λόγων, ἑτέρα τις ἡμᾶς ἀνάγκη κρείττων ἅπαντος ἀνθρωπίνου λογισμοῦ περιλαβοῦσα συνάγει· ἣν ἐγὼ πυθόμενος ἔτι λανθάνουσαν ὑμᾶς οὐκέτʼ ᾠόμην δεῖν τῆς εὐπρεπείας τῶν διαλλαγῶν στοχάζεσθαι.
而就在我们犹豫不决、互相窥测哪一方会先提出入情入理的话语时,另一种超越一切人类理智的、更强大的必然性将我们笼罩并召集在了一起;当我得知这一必然性时,由于它对你们仍是隐秘的,我认为不应再拘泥于和解的形式体面。
δειναὶ γὰρ, ὦ Τύλλε, μηχαναὶ πλέκονται καθʼ ἡμῶν καὶ δόλος ἄφυκτος ἔρραπται κατʼ ἀμφοτέρων, ὃς ἔμελλεν ἀκονιτὶ καὶ δίχα πόνου πάντα συντρίψειν καὶ διαφθερεῖν ἡμῶν τὰ §3.7.7πράγματα πυρὸς ἢ ποταμοῦ δίκην ἐμπεσών.
因为,图路斯,可怕的阴谋正针对我们交织,无法逃脱的陷阱已在针对我们双方策划,它本将不费吹灰之力、毫无痛苦地摧毁并毁灭我们所有的¦3.7.7 基业,如烈火或洪水般袭来。
δημιουργοὶ δὲ τῶν ἀνοσίων βουλευμάτων εἰσὶν οἱ δυνατώτατοι Φιδηναίων τε καὶ Οὐιεντανῶν συνελθόντες.
而这神圣不容的阴谋之策划者,正是聚集在一起的斐代奈人和维伊人中最有权势的首领。
ὅστις δὲ ὁ τῆς ἐπιβουλῆς αὐτῶν τρόπος ἦν καὶ πόθεν εἰς ἐμὲ ἡ τῶν ἀπορρήτων βουλευμάτων γνῶσις ἐλήλυθεν ἀκούσατε.
至于他们的阴谋是如何进行的,以及关于这些秘密阴谋的消息是如何传到我这里的,请你们倾听。 ”