§3.65.1τοῦτον δὲ τὸν τρόπον αὐτοῦ χρωμένου τῷ πολέμῳ πολλαὶ μὲν συμπλοκαὶ κατʼ ὀλίγους ψιλῶν τε καὶ ἱππέων ἐγίνοντο, μάχη δὲ ὁλοσχερὴς ἁπάντων οὐδεμία.
彼がこのように戦争を進めたので、軽装兵や騎兵の間で、少人数による多くの小競り合いが起こったが、全軍による全面的な戦闘は一度もなかった。
ἑλκομένου δὲ τοῦ χρόνου διʼ ὀργῆς φέρων τὴν διατριβὴν ὁ Ταρκύνιος ἐπὶ τὴν παρεμβολὴν τῶν πολεμίων τὰς δυνάμεις ἔκρινεν ἄγειν καὶ πολλὰς ἐποιήσατο προσβολάς.
時間が長引くと、タルクィニウスはこの遅延を憤り、敵の陣営に対して軍勢を率いて進むことを決意し、多くの攻撃を加えた。
§3.65.2ἔπειτα καταμαθὼν τῷ βιαίῳ τῶν τρόπων οὐ ῥᾳδίαν οὖσαν αὐτὴν ἁλῶναι διὰ τὴν ἐχυρότητα τῇ σπάνει τῶν ἐπιτηδείων πολεμεῖν τοῖς ἐν αὐτῇ διέγνω, καὶ παρὰ πάσας τὰς φερούσας·
その後、強襲による方法では、その堅固さのゆえに陣営を陥落させるのが容易ではないと知り、陣営の中の者たちに対して必需品の不足によって戦うことを決意した。
ἐπʼ αὐτὴν ὁδοὺς φρούρια κατασκευαζόμενος, ξυλίζεσθαί τε αὐτοὺς καὶ χιλὸν ἵπποις συναγαγεῖν καὶ ἄλλα πολλὰ ἐπιτήδεια λαμβάνειν ἐκ τῆς χώρας οὐκ ἐῶν εἰς πολλὴν κατέστησεν ἁπάντων ἀπορίαν·
そして、その陣営に通じるすべての道に砦を建設し、彼らが薪を採集することや、馬のために飼料を集めること、およびその他の多くの必需品を国土から得ることを許さず、すべてのものの大きな不足に彼らを陥れた。
ὥστʼ ἠναγκάσθησαν φυλάξαντες νύκτα χειμέριον ὕδασι καὶ ἀνέμῳ φυγεῖν αἰσχρῶς ἐκ τοῦ χάρακος καταλιπόντες ἐν αὐτῷ τά τε ὑποζύγια καὶ τὰς σκηνὰς καὶ τοὺς τραυματίας καὶ τὴν εἰς τὸν πόλεμον παρασκευὴν ἅπασαν.
その結果、彼らは雨と風を伴う嵐の夜を窺って、荷役獣、天幕、負傷者、そしてすべての軍需品を陣営の中に残したまま、そこからみっともなく逃走することを余儀なくされた。
§3.65.3τῇ δʼ ἑξῆς ἡμέρᾳ μαθόντες οἱ Ῥωμαῖοι τὴν ἄπαρσιν αὐτῶν καὶ γενόμενοι τοῦ χάρακος ἀμαχητὶ κύριοι σκηνὰς μὲν καὶ ὑποζύγια καὶ χρήματα διήρπασαν, τοὺς δὲ αἰχμαλώτους ἀπάγοντες εἰς τὴν Ῥώμην ἀνέστρεψαν.
翌日、ローマ人たちは彼らの撤退を知り、戦わずして陣営を制圧すると、天幕や荷役獣、物資を略奪し、捕虜を連れてローマへと帰還した。
οὗτος ὁ πόλεμος ἔτη πέντε διέμεινε συνεχῶς πολεμούμενος, ἐν ᾧ γῆν ἀμφότεροι τὴν ἀλλήλων πορθοῦντες καὶ μάχας πολλὰς ἐλάττους τε καὶ μείζους μαχόμενοι διετέλεσαν, ὀλίγα μέν τινα καὶ τῶν Σαβίνων εὐτυχούντων ἐν τοῖς ἀγῶσι, τὰ δὲ πλεῖστα Ῥωμαίων·
この戦争は5年間、絶え間なく戦われ続け、その間、双方は互いの土地を荒らし、大小多くの戦闘を戦い続けた。
ἐν δὲ τῇ τελευταίᾳ μάχῃ τέλος ἔλαβεν ὁλοσχερές.
戦闘においてサビニ人が幸運を得ることもわずかにはあったが、大部分はローマ人が勝利し、最後の戦闘において決定的な終結を迎えた。
§3.65.4Σαβῖνοι γὰρ οὐχ ὡς πρότερον ἐκ διαδοχῆς, ἀλλʼ ἅμα πάντες οἱ στρατεύσιμον ἔχοντες ἡλικίαν ἐξῆλθον ἐπὶ τὸν πόλεμον, Ῥωμαῖοί τε σύμπαντες τὰς Λατίνων καὶ Τυρρηνῶν καὶ τῶν ἄλλων συμμάχων δυνάμεις παραλαβόντες ἐχώρουν ὁμόσε τοῖς πολεμίοις.
サビニ人は以前のように順次ではなく、兵役に耐うる年齢の者全員が一斉に戦争へと出陣した。 ローマ人もまた、ラティウム人、ティレニア人、その他の同盟国の軍勢を総動員して、敵と立ち向かうために進軍した。
§3.65.5ὁ μὲν οὖν τῶν Σαβίνων στρατηγὸς διχῇ μερίσας τὰς δυνάμεις δύο ποιεῖται στρατόπεδα, ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς τρία ποιήσας τάγματα καὶ τρεῖς παρεμβολὰς οὐ μακρὰν ἀπʼ ἀλλήλων θέμενος αὐτὸς μὲν τῆς Ῥωμαϊκῆς ἡγεῖτο δυνάμεως, Ἀρρόντα δὲ τὸν ἀδελφιδοῦν τῆς Τυρρηνικῆς συμμαχίας ἀπέδειξε στρατηγόν·
サビニ人の将軍は、軍勢を二分して二つの陣営を築いた。 一方、ローマ人の王は三つの部隊を編成し、互いに遠くない場所に三つの陣営を構え、自身はローマの軍勢を率い、甥のアッルンスをティレニア人の同盟軍の将軍に任命した。
§3.65.6Λατίνων δὲ καὶ τῶν ἄλλων συμμάχων ἔταξεν ἄρχειν ἄνδρα γενναῖον μὲν τὰ πολέμια καὶ φρονεῖν τὰ δέοντα ἱκανώτατον, ξένον δὲ καὶ ἄπολιν·
そして、ラティウム人およびその他の同盟国については、軍事において勇敢で、なすべきことを判断するのに極めて有能であるが、外国人であり国籍を持たない人物に指揮を命じた。
Σερούϊος αὐτῷ προσηγορικον ὄνομα ἦν, Τύλλιος δὲ τὸ συγγενικόν·
彼の個人名はセルウィウス、氏族名はトゥッリウスであった。
ᾧ Ῥωμαῖοι μετὰ τὴν Λευκίου Ταρκυνίου τελευτὴν βασιλεύειν τῆς πόλεως ἐπέτρεψαν οὐκ οὔσης Ταρκυνίῳ γενεᾶς ἄρρενος, ἀγάμενοι τὸν ἄνδρα τῆς τε περὶ τὰ πολιτικὰ καὶ τῆς περὶ τὰ πολέμια ἀρετῆς.
ルキウス・タルクィニウスの死後、タルクィニウスに男子の跡継ぎがいなかったため、ローマ人たちはこの人物の政治および軍事に関する力量を賞賛し、国家を治めることを委ねた。
γένος δὲ τοῦ ἀνδρὸς τοῦδε καὶ τροφὰς καὶ τύχας καὶ τὴν ἐκ τοῦ θείου γενομένην περὶ αὐτὸν ἐπιφάνειαν, ὅταν κατὰ τοῦτο γένωμαι τὸ μέρος τοῦ λόγου, διηγήσομαι.
この人物の家系、生い立ち、境遇、そして神から彼に与えられた不可思議な兆候については、歴史のその記述の部分に至った時に語ることにしよう。