§3.65.1τοῦτον δὲ τὸν τρόπον αὐτοῦ χρωμένου τῷ πολέμῳ πολλαὶ μὲν συμπλοκαὶ κατʼ ὀλίγους ψιλῶν τε καὶ ἱππέων ἐγίνοντο, μάχη δὲ ὁλοσχερὴς ἁπάντων οὐδεμία.
由于他以这种方式进行战争,轻装步兵和骑兵之间发生了许多小规模的冲突,但并没有发生全军动员的全面战斗。
ἑλκομένου δὲ τοῦ χρόνου διʼ ὀργῆς φέρων τὴν διατριβὴν ὁ Ταρκύνιος ἐπὶ τὴν παρεμβολὴν τῶν πολεμίων τὰς δυνάμεις ἔκρινεν ἄγειν καὶ πολλὰς ἐποιήσατο προσβολάς.
随着时间拖延,塔克文对这种耽搁感到愤怒,决定率军向敌人的营地发起进攻,并进行了多次冲击。
§3.65.2ἔπειτα καταμαθὼν τῷ βιαίῳ τῶν τρόπων οὐ ῥᾳδίαν οὖσαν αὐτὴν ἁλῶναι διὰ τὴν ἐχυρότητα τῇ σπάνει τῶν ἐπιτηδείων πολεμεῖν τοῖς ἐν αὐτῇ διέγνω, καὶ παρὰ πάσας τὰς φερούσας· ἐπʼ αὐτὴν ὁδοὺς φρούρια κατασκευαζόμενος, ξυλίζεσθαί τε αὐτοὺς καὶ χιλὸν ἵπποις συναγαγεῖν καὶ ἄλλα πολλὰ ἐπιτήδεια λαμβάνειν ἐκ τῆς χώρας οὐκ ἐῶν εἰς πολλὴν κατέστησεν ἁπάντων ἀπορίαν·
随后,他了解到由于营地坚固,靠强攻不易将其攻克,便决定利用物资匮乏来对付营中的人;他在通往该营地的所有道路旁修建要塞,不准他们拾柴、为马匹收集草料以及从该地获取许多其他生活必需品,从而使他们陷入了百般匮乏的境地。
ὥστʼ ἠναγκάσθησαν φυλάξαντες νύκτα χειμέριον ὕδασι καὶ ἀνέμῳ φυγεῖν αἰσχρῶς ἐκ τοῦ χάρακος καταλιπόντες ἐν αὐτῷ τά τε ὑποζύγια καὶ τὰς σκηνὰς καὶ τοὺς τραυματίας καὶ τὴν εἰς τὸν πόλεμον παρασκευὴν ἅπασαν.
结果,他们不得不趁着一个风雨交加的暴风雨之夜,耻辱地逃离了营地,并在其中丢弃了驮畜、帐篷、伤员以及所有的军需装备。
§3.65.3τῇ δʼ ἑξῆς ἡμέρᾳ μαθόντες οἱ Ῥωμαῖοι τὴν ἄπαρσιν αὐτῶν καὶ γενόμενοι τοῦ χάρακος ἀμαχητὶ κύριοι σκηνὰς μὲν καὶ ὑποζύγια καὶ χρήματα διήρπασαν, τοὺς δὲ αἰχμαλώτους ἀπάγοντες εἰς τὴν Ῥώμην ἀνέστρεψαν.
第二天,罗马人得知了他们的撤退,并在未遇抵抗的情况下占领了营地,洗劫了帐篷、驮畜和财物,带着俘虏返回了罗马。
οὗτος ὁ πόλεμος ἔτη πέντε διέμεινε συνεχῶς πολεμούμενος, ἐν ᾧ γῆν ἀμφότεροι τὴν ἀλλήλων πορθοῦντες καὶ μάχας πολλὰς ἐλάττους τε καὶ μείζους μαχόμενοι διετέλεσαν, ὀλίγα μέν τινα καὶ τῶν Σαβίνων εὐτυχούντων ἐν τοῖς ἀγῶσι, τὰ δὲ πλεῖστα Ῥωμαίων· ἐν δὲ τῇ τελευταίᾳ μάχῃ τέλος ἔλαβεν ὁλοσχερές.
这场战争持续了五年,战火连绵不断。 在此期间,双方不断蹂躏彼此的领土,并进行了许多或大或小的战斗,萨宾人在少数战斗中获得胜利,而罗马人则在大多数战斗中占优;在最后的战役中,战争终于彻底结束。
§3.65.4Σαβῖνοι γὰρ οὐχ ὡς πρότερον ἐκ διαδοχῆς, ἀλλʼ ἅμα πάντες οἱ στρατεύσιμον ἔχοντες ἡλικίαν ἐξῆλθον ἐπὶ τὸν πόλεμον, Ῥωμαῖοί τε σύμπαντες τὰς Λατίνων καὶ Τυρρηνῶν καὶ τῶν ἄλλων συμμάχων δυνάμεις παραλαβόντες ἐχώρουν ὁμόσε τοῖς πολεμίοις.
因为萨宾人不再像以前那样轮流出征,而是所有达到服役年龄的人一同出兵参与战争,罗马人也联合了拉丁人、第勒尼安人以及其他盟友的全部军队,共同向敌人迎击。
§3.65.5ὁ μὲν οὖν τῶν Σαβίνων στρατηγὸς διχῇ μερίσας τὰς δυνάμεις δύο ποιεῖται στρατόπεδα, ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς τρία ποιήσας τάγματα καὶ τρεῖς παρεμβολὰς οὐ μακρὰν ἀπʼ ἀλλήλων θέμενος αὐτὸς μὲν τῆς Ῥωμαϊκῆς ἡγεῖτο δυνάμεως, Ἀρρόντα δὲ τὸν ἀδελφιδοῦν τῆς Τυρρηνικῆς συμμαχίας ἀπέδειξε στρατηγόν· §3.65.6Λατίνων δὲ καὶ τῶν ἄλλων συμμάχων ἔταξεν ἄρχειν ἄνδρα γενναῖον μὲν τὰ πολέμια καὶ φρονεῖν τὰ δέοντα ἱκανώτατον, ξένον δὲ καὶ ἄπολιν· Σερούϊος αὐτῷ προσηγορικον ὄνομα ἦν, Τύλλιος δὲ τὸ συγγενικόν· ᾧ Ῥωμαῖοι μετὰ τὴν Λευκίου Ταρκυνίου τελευτὴν βασιλεύειν τῆς πόλεως ἐπέτρεψαν οὐκ οὔσης Ταρκυνίῳ γενεᾶς ἄρρενος, ἀγάμενοι τὸν ἄνδρα τῆς τε περὶ τὰ πολιτικὰ καὶ τῆς περὶ τὰ πολέμια ἀρετῆς.
萨宾人的将领将兵力一分为二,设了两个营地;罗马人的国王则将军队分成三个部,在彼此相距不远处扎下三个营盘,他自己统帅罗马军队,并任命他的侄子阿伦斯为第勒尼安同盟军的将领;至于拉丁人和其他同盟军,他指派了一位在战争中勇敢且极其善于审时度势的男子来指挥,但此人是一个外邦人,且没有公民权;他的个人名字是塞尔维乌斯,家族姓氏是图利乌斯;在卢修斯·塔克文去世后,由于塔克文没有男性子嗣,罗马人钦佩此人在政治和军事方面的才能,便推举他统治国家。
γένος δὲ τοῦ ἀνδρὸς τοῦδε καὶ τροφὰς καὶ τύχας καὶ τὴν ἐκ τοῦ θείου γενομένην περὶ αὐτὸν ἐπιφάνειαν, ὅταν κατὰ τοῦτο γένωμαι τὸ μέρος τοῦ λόγου, διηγήσομαι.
至于这个人的出身、抚养、经历以及神明对他的显现,当我讲到历史的这一部分时,我将会进行叙述。