Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §3.58.1-3.58.4

カエレへの勝利とフィデナエの再征服

229 / 962 箇所 · ギリシア語

要旨

タルクィニウス王はウェイイ人の領土を徹底的に荒廃させた後、カエレに進軍して勝利を収め、多くの戦利品を獲得した。続いて、以前に離反したフィデナエを力攻めで陥落させ、反乱の首謀者たちを過酷に処罰してローマの守備隊と入植者を配置した。

§3.58.1Οὐιεντανοὶ μὲν οὖν ἐξ ἐκείνης τῆς μάχης μεγάλως κακωθέντες οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, ἀλλʼ ἠνείχοντο κειρομένην τὴν χώραν ὁρῶντες.
そこで、ウェイイ人たちはあの戦闘によって大打撃を受け、もはや市から出撃することはなく、自分たちの領土が荒らされるのを目にしながらも耐え忍んでいた。
βασιλεὺς δὲ Ταρκύνιος τρισὶν εἰσβολαῖς χρησάμενος καὶ τριετῆ χρόνον ἀποστερήσας τοὺς Οὐιεντανοὺς τῶν ἐκ τῆς σφετέρας γῆς ἐπικαρπιῶν, ὡς ἔρημον ἐποίησε τὴν πλείστην καὶ οὐδὲν ἔτι βλάπτειν αὐτὴν εἶχεν, ἐπὶ τὴν Καιρητανῶν πόλιν ἦγε τὴν δύναμιν, ἣ πρότερον μὲν Ἄγυλλα ἐκαλεῖτο Πελασγῶν αὐτὴν κατοικούντων, ὑπὸ δὲ Τυρρηνοῖς γενομένη Καίρητα μετωνομάσθη, εὐδαίμων δʼ ἦν εἰ καί τις ἄλλη τῶν ἐν Τυρρηνίᾳ πόλεων καὶ πολυάνθρωπος·
タルクィニウス王は3度の侵入を行い、3年の期間にわたってウェイイ人から彼らの土地の収穫物を奪い取り、その大部分を荒廃させて、それ以上そこに損害を与える余地がなくなると、カエレ人の都市へと軍勢を率いた。 この都市は、かつてペラスゴイ人が居住していた頃にはアギュラと呼ばれていたが、エトルリア人の支配下に入ってカエレと改名され、エトルリアの他のどの都市にも劣らず豊かで人口も多かった。
§3.58.2ἐξ ἧς στρατιὰ μεγάλη μαχησομένη περὶ τῆς χώρας ἐξῆλθε καὶ πολλοὺς μὲν διαφθείρασα τῶν πολεμίων, πολλῷ δʼ ἔτι πλείους ἀποβαλοῦσα τῶν σφετέρων, εἰς τὴν πόλιν κατέφυγε.
この都市から、自国の領土を巡って戦うために大軍が出撃したが、敵の多くの者を討ち取ったものの、自軍の者はそれをはるかに上回る数を失い、市内に逃げ帰った。
τῆς δὲ χώρας αὐτῶν οἱ Ῥωμαῖοι κρατοῦντες ἄφθονα πάντα παρεχομένης συχνὰς διέτριψαν ἡμέρας, καὶ ἐπειδὴ καιρὸς ἀπάρσεως ἦν, ἄγοντες ὅσας οἷοί τε ἦσαν ὠφελείας ἀπῄεσαν ἐπʼ οἴκου.
ローマ人たちは、あらゆるものが豊富に得られる彼らの領土を制圧して数日間を過ごし、撤収の時期になると、運べる限りの略奪品を携えて故郷へと引き揚げた。
§3.58.3Ταρκύνιος δʼ ἐπειδὴ τὰ πρὸς Οὐιεντανοὺς ἐχώρησεν αὐτῷ κατὰ νοῦν, ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐξάγει τὴν στρατιὰν ἐκβαλεῖν τε βουλόμενος τὴν ἐν αὐτῇ φρουρὰν καὶ τοὺς παραδόντας τοῖς Τυρρηνοῖς τὰ τείχη τιμωρήσασθαι προθυμούμενος.
タルクィニウスは、ウェイイ人に対する戦況が自らの意図通りに進むと、フィデナエにいる敵に対して軍勢を率いて進軍した。 市内の守備隊を追い出すこと、およびエトルリア人に城壁を引き渡した者たちを処罰することを熱望していたからである。
ἐγένετο μὲν οὖν καὶ ἐκ παρατάξεως μάχη τοῖς Ῥωμαίοις πρὸς τοὺς ἐκ τῆς πόλεως ἐξελθόντας καὶ ἐν ταῖς τειχομαχίαις ἀγὼν καρτερός.
こうして、市から出撃してきた者たちとローマ人との間で野戦も行われ、城壁をめぐる戦闘でも激しい戦いが繰り広げられた。
§3.58.4ἑάλω δʼ οὖν ἡ πόλις κατὰ κράτος, καὶ οἱ μὲν φρουροὶ δεθέντες ἅμα τοῖς ἄλλοις τῶν Τυρρηνῶν αἰχμαλώτοις ἦσαν ἐν φυλακῇ, Φιδηναίων δὲ οἱ δοκοῦντες αἴτιοι γεγονέναι τῆς ἀποστάσεως οἱ μὲν ὑπὸ μαστίγων αἰκισθέντες ἐν τῷ φανερῷ τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ φυγαῖς ἐζημιώθησαν ἀιδίοις·
しかし結局のところ、市は力攻めによって陥落し、守備隊は縛られて他のエトルリア人の捕虜とともに監禁された。 フィデナエ人のうち、反乱の責任者とみなされた者たちは、ある者は公衆の面前で鞭打たれて拷問された上で首をはねられ、ある者は永久追放刑に処された。
τὰς δὲ οὐσίας αὐτῶν διέλαχον οἱ καταλειφθέντες Ῥωμαίων ἔποικοί τε καὶ φρουροὶ τῆς πόλεως.
そして彼らの財産は、市の入植者および守備隊として残されたローマ人たちに分配された。

語釈・文法注

  1. 3.58.1κειρομένην τὴν χώραν ὁρῶντες — 知覚動詞 `ὁράω`(現在分詞主格複数 `ὁρῶντες`)の補語として、現在分詞受動態 `κειρομένην` が用いられている。「自分たちの領土が荒らされているのを見ること」を表す。
  2. 564εἰ καί τις ἄλλη — 通常は `εἴ τις καὶ ἄλλη` の語順で用いられることが多い慣用表現で、「他のどの都市にも劣らず」「きわめて」という意味を表し、条件節の形をとりながら最上級に相当する強調を行う。
  3. p.v.1p.380τὰ πρὸς Οὐιεντανοὺς ἐχώρησεν αὐτῷ κατὰ νοῦν — 主語は中性複数形 `τὰ πρὸς Οὐιεντανοὺς`(ウェイイ人に関する事柄)で、`αὐτῷ` はタルクィニウスを指す与格。`χωρέω κατὰ νοῦν` で「思い通りに運ぶ、意のままに進む」という慣用表現。
  4. 3.58.4Φιδηναίων δὲ οἱ δοκοῦντες αἴτιοι γεγονέναι τῆς ἀποστάσεως οἱ μὲν ... οἱ δὲ ... — 文頭の `οἱ δοκοῦντες...` が文全体の主語として提示されるが、その後に `οἱ μὲν ... οἱ δὲ ...` という部分を示す主語に分裂する、部分と同格(partitive apposition)あるいは破格(anacoluthon)の構文。属格の `Φιδηναίων` は `οἱ δοκοῦντες` に係る部分属格。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §3.58.1-3.58.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.58.1-3.58.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。