Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §3.49.1-3.49.6

タルクィニウスのアピオラエ攻略とラティウム親征

220 / 962 箇所 · ギリシア語

要旨

マルキウス王の死後に王位を継承したタルクィニウスが、ローマを襲撃したアピオラノイ人との戦争に勝利してその都市を破壊し、続いてクルストメリノイ人を無血で帰順させたことを記述している。

§3.49.1τοιοῦτος μὲν δή τις ὁ Ταρκύνιος ἦν καὶ διὰ ταύτας τὰς αἰτίας ζῶντός τε Μαρκίου πάντων ἐγένετο Ῥωμαίων ἐπιφανέστατος καὶ τελευτήσαντος ἐκείνου τῆς βασιλείας ὑπὸ πάντων ἄξιος ἐκρίθη.
タルクィニウスはこのような人物であり、これらの理由によって、マルキウスの生存中にはすべてのローマ人の中で最も顕著な人物となり、彼が亡くなると、全員によって王位にふさわしいと判断された。
ἐπειδὴ δὲ παρέλαβε τὴν ἀρχήν, πρῶτον μὲν ἐπολέμησε τοῖς καλουμένοις Ἀπιολανοῖς πόλει τοῦ §3.49.2Λατίνων ἔθνους οὐκ ἀφανεῖ.
そして彼が支配権を握ると、まず、ラティウム人という民族の、無名ではない都市である、いわゆるアピオラノイ(アピオラエの住民)と戦争をした。
οἱ γὰρ Ἀπιολανοὶ καὶ οἱ ἄλλοι σύμπαντες Λατῖνοι μετὰ τὸν Ἄγκου Μαρκίου θάνατον λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας οἰόμενοι λῃστείαις τε καὶ προνομαῖς τὴν Ῥωμαίων γῆν ἐπόρθουν·
というのも、アピオラノイ人と他のすべてのラティウム人は、アンクス・マルキウスの死後、平和に関する協定が失効したと考え、略奪や襲撃によってローマの土地を荒らしていたからである。
ἀνθʼ ὧν τιμωρήσασθαι βουλόμενος αὐτοὺς ὁ Ταρκύνιος ἐξεστράτευσε πολλῇ δυνάμει καὶ τῆς γῆς αὐτῶν τὴν κρατίστην ἐδῄωσεν·
これに対して、彼らを罰することを望んだタルクィニウスは、大軍を率いて遠征し、彼らの土地の最も肥沃な部分を荒らした。
§3.49.3ἀφικομένης δʼ ἐκ τῶν πλησιοχώρων Λατίνων ἐπικουρίας μεγάλης τοῖς Ἀπιολανοῖς διττὰς τίθεται πρὸς αὐτοὺς μάχας, κρατήσας δʼ ἐν ἀμφοτέραις περὶ τὴν πολιορκίαν τῆς πόλεως ἐγίνετο καὶ προσῆγε τοῖς τείχεσι τὰς δυνάμεις ἐκ διαδοχῆς·
近隣のラティウム人から大きな救援がアピオラノイ人のもとに到着すると、彼は彼らに対して二度の戦闘を交え、その双方で勝利すると、都市の包囲に取りかかり、城壁に部隊を交代で突撃させた。
οἱ δʼ ἐκ τῆς πόλεως ὀλίγοι τε πρὸς πολλοὺς μαχόμενοι καὶ κατʼ οὐδένα καιρὸν ἀναπαύσεως τυγχάνοντες ἐξῃρέθησαν σὺν χρόνῳ.
市内の者たちは、少人数で多数と戦い、休息する暇も全く得られなかったため、時の経過とともに滅ぼされた。
ἁλούσης δὲ κατὰ κράτος τῆς πόλεως οἱ μὲν πλείους τῶν Ἀπιολανῶν μαχόμενοι κατεσφάγησαν, ὀλίγοι δὲ τὰ ὅπλα παραδόντες ἅμα τοῖς ἄλλοις λαφύροις ἐπράθησαν, παῖδές τε αὐτῶν καὶ γυναῖκες ἀνδραποδισθέντες ὑπὸ Ῥωμαίων ἀπήχθησαν, καὶ ἡ πόλις διαρπασθεῖσα ἐνεπρήσθη.
力によって都市が陥落すると、アピオラノイ人の大部分は戦いの中で惨殺され、少数の者が武器を引き渡し、他の戦利品とともに売却され、彼らの子供や女性はローマ人によって奴隷とされて連れ去られ、都市は略奪された後に放火された。
§3.49.4ταῦτα διαπραξάμενος ὁ βασιλεὺς καὶ τὸ τεῖχος ἐκ θεμελίων κατασκάψας ἀπῆγε τὴν δύναμιν ἐπʼ οἴκου καὶ μετὰ τοῦθʼ ἑτέραν στρατιὰν ἦγεν ἐπὶ τὴν Κρουστομερίνων πόλιν.
これらのことを成し遂げ、城壁を基礎から破壊すると、王は軍隊を率いて帰国し、この後、別の軍勢をクルストメリノイ人の都市へと率いた。
αὕτη δὲ ἀποικία μὲν ἦν Λατίνων, προσεχώρησε δὲ Ῥωμαίοις ἐπὶ τῆς Ῥωμύλου δυναστείας·
この都市はラティウム人の植民都市であったが、ロムルスの統治期にローマ人に帰順していた。
Ταρκυνίου δὲ τὴν ἀρχὴν παραλαβόντος τὰ Λατίνων αὖθις ἤρξατο φρονεῖν.
しかし、タルクィニウスが支配権を引き継ぐと、再びラティウム人の方を支持するようになっていた。
οὐ μὴν ἐδέησέ γε καὶ ταύτην πολιορκίᾳ τε παραστήσασθαι §3.49.5καὶ πόνῳ·
とはいえ、この都市をも包囲戦と労苦によって降伏させる必要はなかった。
μαθόντες γὰρ οἱ Κρουστομερῖνοι τό τε πλῆθος τῆς ἡκούσης ἐπʼ αὐτοὺς δυνάμεως καὶ τὴν ἑαυτῶν ἀσθένειαν οὐδεμιᾶς αὐτοῖς ἐπικουρίας παρὰ τῶν ἄλλων Λατίνων ἀφικομένης ἀνέῳξαν τὰς πύλας καὶ προελθόντες οἱ πρεσβύτατοι τῶν πολιτῶν καὶ τιμιώτατοι παρέδοσαν αὐτῷ τὴν πόλιν ἀξιοῦντες ἐπιεικῶς σφισι χρήσασθαι καὶ μετρίως.
というのも、クルストメリノイ人たちは、自分たちに対して進軍してくる軍勢の多さと、自らの弱さを知り、また他のラティウム人からは何の救援も到着しなかったため、門を開け、市民の中で最も年長で最も尊敬される人々が進み出て、自分たちを寛大かつ穏当に扱うよう求めつつ、彼に都市を引き渡したからである。
§3.49.6τῷ δὲ κατʼ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ παρελθὼν εἰς τὸ τεῖχος ἀπέκτεινε μὲν οὐδένα Κρουστομερίνων, ὀλίγους δὲ πάνυ τοὺς αἰτίους τῆς ἀποστάσεως φυγαῖς ἀιδίοις ἐζημίωσε, τοῖς δʼ ἄλλοις ἅπασι τὰ σφέτερα συνεχώρησεν ἔχειν καὶ τῆς Ῥωμαίων πολιτείας μετέχειν ὡς πρότερον, τοῦ δὲ μηδὲν ἔτι παρακινῆσαι χάριν ἐποίκους αὐτοῖς κατέλιπε Ῥωμαίους.
王にとって、この出来事は望み通りに思われ、城内に入ると、クルストメリノイ人の誰も殺さず、反乱の責任者である極めて少数の者を永久追放に処し、他のすべての人々には自分の財産を保持し、以前と同様にローマ市民権を分かち合うことを許した。 そして、彼らが再び不穏な動きを一切起こさないようにするため、ローマ人の入植者を彼らのもとに残した。

語釈・文法注

  1. §3.49.1ζῶντός τε Μαρκίου... καὶ τελευτήσαντος ἐκείνου — これらは独立属格構文である。現在分詞である ζῶντός(「生きている」)は王マルキウスの生存中という継続的な期間を表し、アオリスト分詞 τελευτήσαντος(「死んだ」)は彼の死という一時点の出来事を表す。
  2. §3.49.1τῆς βασιλείας... ἄξιος ἐκρίθη — ἄξιος はその基準や対象を属格 τῆς βασιλείας で取る。ἐκρίθη は受動動詞で、動作主は ὑπὸ πάντων(「すべての人々によって」)である。
  3. §3.49.4τὰ Λατίνων αὖθις ἤρξατο φρονεῖν — φρονέω は中性複数対格の属格修飾(τὰ Λατίνων、直訳すると「ラティウム人の諸事」)を伴って、「ラティウム人の側に立つ」「ラティウムの利益になるように考える」という意味になる。
  4. §3.49.6τῷ δὲ κατʼ εὐχὴν τὸ πρᾶγμα ἐφάνη — τῷ は指示代名詞の与格(「彼にとって」、タルクィニウスを指す)であり、不完全自動詞 ἐφάνη(「〜に見えた」)とともに用いられている。κατʼ εὐχήν(「望み通りに」)は副詞的に働き、補語の役割を果たしている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §3.49.1-3.49.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.49.1-3.49.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。