Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.49.1-3.49.6

塔尔奎尼乌斯攻陷阿皮奥莱与平定拉丁人

第 220 段,共 962 段 · 希腊语

内容简介

本节叙述了在马尔基乌斯国王去世后继承王位的塔尔奎尼乌斯,通过战争击败了袭击罗马的阿皮奥拉尼人并摧毁了其城市,随后又使克鲁斯托梅里尼人无血开城投降的过程。

§3.49.1τοιοῦτος μὲν δή τις ὁ Ταρκύνιος ἦν καὶ διὰ ταύτας τὰς αἰτίας ζῶντός τε Μαρκίου πάντων ἐγένετο Ῥωμαίων ἐπιφανέστατος καὶ τελευτήσαντος ἐκείνου τῆς βασιλείας ὑπὸ πάντων ἄξιος ἐκρίθη.
塔尔奎尼乌斯正是这样一个人,由于这些原因,在马尔基乌斯在世时,他成为了所有罗马人中最显赫的人;当其去世后,他被所有人认为配得上王位。
ἐπειδὴ δὲ παρέλαβε τὴν ἀρχήν, πρῶτον μὲν ἐπολέμησε τοῖς καλουμένοις Ἀπιολανοῖς πόλει τοῦ §3.49.2Λατίνων ἔθνους οὐκ ἀφανεῖ.
当他接管政权后,首先对所谓的阿皮奥拉尼人开战,这是拉丁民族中一个并非默默无闻的城市。
οἱ γὰρ Ἀπιολανοὶ καὶ οἱ ἄλλοι σύμπαντες Λατῖνοι μετὰ τὸν Ἄγκου Μαρκίου θάνατον λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας οἰόμενοι λῃστείαις τε καὶ προνομαῖς τὴν Ῥωμαίων γῆν ἐπόρθουν· ἀνθʼ ὧν τιμωρήσασθαι βουλόμενος αὐτοὺς ὁ Ταρκύνιος ἐξεστράτευσε πολλῇ δυνάμει καὶ τῆς γῆς αὐτῶν τὴν κρατίστην ἐδῄωσεν·
因为阿皮奥拉尼人以及其他所有拉丁人在安克斯·马尔基乌斯死后,认为有关和平的协议已经失效,便通过掠夺和侵袭来蹂躏罗马人的土地;为了惩罚他们,塔尔奎尼乌斯亲率大军出征,蹂躏了他们土地中最肥沃的部分。
§3.49.3ἀφικομένης δʼ ἐκ τῶν πλησιοχώρων Λατίνων ἐπικουρίας μεγάλης τοῖς Ἀπιολανοῖς διττὰς τίθεται πρὸς αὐτοὺς μάχας, κρατήσας δʼ ἐν ἀμφοτέραις περὶ τὴν πολιορκίαν τῆς πόλεως ἐγίνετο καὶ προσῆγε τοῖς τείχεσι τὰς δυνάμεις ἐκ διαδοχῆς· οἱ δʼ ἐκ τῆς πόλεως ὀλίγοι τε πρὸς πολλοὺς μαχόμενοι καὶ κατʼ οὐδένα καιρὸν ἀναπαύσεως τυγχάνοντες ἐξῃρέθησαν σὺν χρόνῳ.
当邻近的拉丁人派来大批援军协助阿皮奥拉尼人时,他与他们进行了两场战斗,并在两场战斗中皆获胜,随后开始包围该城,并派部队轮番向城墙发起进攻;城内的少数人与多数人对抗,且没有任何喘息的时间,随着时间的推移而被消灭。
ἁλούσης δὲ κατὰ κράτος τῆς πόλεως οἱ μὲν πλείους τῶν Ἀπιολανῶν μαχόμενοι κατεσφάγησαν, ὀλίγοι δὲ τὰ ὅπλα παραδόντες ἅμα τοῖς ἄλλοις λαφύροις ἐπράθησαν, παῖδές τε αὐτῶν καὶ γυναῖκες ἀνδραποδισθέντες ὑπὸ Ῥωμαίων ἀπήχθησαν, καὶ ἡ πόλις διαρπασθεῖσα ἐνεπρήσθη.
当该城被强攻攻克后,大部分阿皮奥拉尼人在战斗中被屠杀,少数人交出武器后连同其他战利品一起被卖掉,他们的妇女和儿童被罗马人奴役并带走,城市在被洗劫后付之一炬。
§3.49.4ταῦτα διαπραξάμενος ὁ βασιλεὺς καὶ τὸ τεῖχος ἐκ θεμελίων κατασκάψας ἀπῆγε τὴν δύναμιν ἐπʼ οἴκου καὶ μετὰ τοῦθʼ ἑτέραν στρατιὰν ἦγεν ἐπὶ τὴν Κρουστομερίνων πόλιν.
办完这些事并把城墙彻底拆毁后,国王带领军队班师回朝,随后又率领另一支军队前往克鲁斯托梅里尼人的城市。
αὕτη δὲ ἀποικία μὲν ἦν Λατίνων, προσεχώρησε δὲ Ῥωμαίοις ἐπὶ τῆς Ῥωμύλου δυναστείας· Ταρκυνίου δὲ τὴν ἀρχὴν παραλαβόντος τὰ Λατίνων αὖθις ἤρξατο φρονεῖν.
这座城市是拉丁人的殖民地,但在罗穆卢斯统治时期归顺了罗马人;而当塔尔奎尼乌斯接管政权时,他们又开始倒向拉丁人。
οὐ μὴν ἐδέησέ γε καὶ ταύτην πολιορκίᾳ τε παραστήσασθαι §3.49.5καὶ πόνῳ· μαθόντες γὰρ οἱ Κρουστομερῖνοι τό τε πλῆθος τῆς ἡκούσης ἐπʼ αὐτοὺς δυνάμεως καὶ τὴν ἑαυτῶν ἀσθένειαν οὐδεμιᾶς αὐτοῖς ἐπικουρίας παρὰ τῶν ἄλλων Λατίνων ἀφικομένης ἀνέῳξαν τὰς πύλας καὶ προελθόντες οἱ πρεσβύτατοι τῶν πολιτῶν καὶ τιμιώτατοι παρέδοσαν αὐτῷ τὴν πόλιν ἀξιοῦντες ἐπιεικῶς σφισι χρήσασθαι καὶ μετρίως.
然而,甚至不需要通过围城战和艰辛来降服这座城市;因为克鲁斯托梅里尼人得知了前来讨伐他们的军队数量之多以及自身的软弱,且在其他拉丁人没有给他们派来任何援军的情况下,便打开了城门,城中最年长和最受尊敬的公民出城,将城市奉献给他,请求他宽大且温和地对待他们。
§3.49.6τῷ δὲ κατʼ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ παρελθὼν εἰς τὸ τεῖχος ἀπέκτεινε μὲν οὐδένα Κρουστομερίνων, ὀλίγους δὲ πάνυ τοὺς αἰτίους τῆς ἀποστάσεως φυγαῖς ἀιδίοις ἐζημίωσε, τοῖς δʼ ἄλλοις ἅπασι τὰ σφέτερα συνεχώρησεν ἔχειν καὶ τῆς Ῥωμαίων πολιτείας μετέχειν ὡς πρότερον, τοῦ δὲ μηδὲν ἔτι παρακινῆσαι χάριν ἐποίκους αὐτοῖς κατέλιπε Ῥωμαίους.
对他来说,这件事情的发展正合心愿,他进入城墙后,没有杀死任何一个克鲁斯托梅里尼人,仅对极少数煽动叛乱的罪魁祸首处以终身流放,而允许其他所有人保留自己的财产,并像以前一样分享罗马公民权;为了防止他们再次发生任何变故,他留下了一些罗马人移民与他们同住。

词汇与语法注释

  1. §3.49.1ζῶντός τε Μαρκίου... καὶ τελευτήσαντος ἐκείνου — 这些是属格独立结构。现在分词 ζῶντός(“活着”)表示马尔基乌斯国王在世的持续期间,而不定过去时分词 τελευτήσαντος(“去世”)则表示其去世的单一事件点。
  2. §3.49.1τῆς βασιλείας... ἄξιος ἐκρίθη — 形容词 ἄξιος 带有属格 τῆς βασιλείας 作为其补足语。ἐκρίθη 是被动语态动词,其施事者由 ὑπὸ πάντων(“被所有人”)表示。
  3. §3.49.4τὰ Λατίνων αὖθις ἤρξατο φρονεῖν — 动词 φρονέω 带有中性复数宾格及其属格修饰语 τὰ Λατίνων(字面意思是“拉丁人的事务”),意为“倾向于拉丁人”或“站在拉丁人的一边”。
  4. §3.49.6τῷ δὲ κατʼ εὐχὴν τὸ πρᾶγμα ἐφάνη — 与格 τῷ 是指示代词(“对他而言”,指塔尔奎尼乌斯),与系动词 ἐφάνη(“显现/似乎”)连用。介词短语 κατʼ εὐχήν(“如愿以偿”)起副词作用,充当补足语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.49.1-3.49.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.49.1-3.49.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。