§3.47.1καὶ μετʼ οὐ πολὺν χρόνον ὁ μὲν πρεσβύτερος αὐτοῦ τῶν παίδων γένος οὐδὲν καταλιπὼν ἐμφανὲς ἀποθνήσκει.
そして間もなく、彼の息子のうち年長の方が、確かな子孫を残さずに亡くなった。
καὶ μετʼ ὀλίγας ἡμέρας αὐτὸς ὁ Δημάρατος ὑπὸ λύπης τελευτᾷ κληρονόμον ἁπάσης τῆς οὐσίας τὸν περιλειπόμενον τῶν παίδων Λοκόμωνα καταλιπών·
そして数日後、デマラトス自身も悲しみのあまり他界し、生き残った方の息子ロコモンを全財産の相続人として遺した。
ὃς παραλαβὼν τὸν πατρικὸν πλοῦτον μέγαν ὄντα πολιτεύεσθαί τε καὶ τὰ κοινὰ πράττειν καὶ ἐν τοῖς πρώτοις τῶν ἀστῶν εἶναι προῄρητο.
ロコモンは、父親の莫大な富を引き継ぐと、政治に携わり、公務を行い、市民の第一人者の列に加わることを志した。
§3.47.2ἀπελαυνόμενος δὲ πανταχόθεν ὑπὸ τῶν ἐπιχωρίων καὶ οὐχ ὅπως ἐν τοῖς πρώτοις ἀριθμούμενος, ἀλλʼ οὐδʼ ἐν τοῖς μέσοις, ἀνιαρῶς ἔφερε τὴν ἀτιμίαν.
しかし、現地の人々によって至る所から排除され、第一人者のなかに数えられるどころか、中堅の人々のなかにさえ数えられなかったため、彼はこの不名誉を辛く感じていた。
ἀκούων δὲ περὶ τῆς Ῥωμαίων πόλεως, ὅτι πάντας ἀσμένως ὑποδεχομένη τοὺς ξένους ἀστοὺς ποιεῖται καὶ τιμᾷ κατὰ τὴν ἀξίαν ἕκαστον, ἐκεῖ μετενέγκασθαι τὴν οἴκησιν ἔγνω τά τε χρήματα πάντα συσκευασάμενος καὶ τὴν γυναῖκα ἐπαγόμενος καὶ τῶν ἄλλων φίλων καὶ οἰκείων τοὺς βουλομένους·
ローマの都市が、すべての異邦人を喜んで受け入れて市民とし、各自をその価値に応じて尊重していると聞くと、彼はそこに住まいを移すことを決意し、全財産をまとめ、妻を伴い、他の友人や親戚のうちで希望する人々を連れて行くことにした。
ἐγένοντο δὲ οἱ συναπαίρειν αὐτῷ προθυμηθέντες συχνοί.
そして、彼とともに移住することを志願した人々は数多くいた。
§3.47.3ὡς δὲ κατὰ τὸ καλούμενον Ἰανίκολον ἦσαν, ὅθεν ἡ Ῥώμη τοῖς ἀπὸ Τυρρηνίας ἐρχομένοις πρῶτον ἀφορᾶται, καταπτὰς ἀετὸς ἄφνω καὶ τὸν πῖλον αὐτοῦ τὸν ἐπὶ τῆς κεφαλῆς κείμενον ἁρπάσας, ἀνέπτη πάλιν ἄνω κατὰ τὴν ἐγκύκλιον αἰώραν φερόμενος καὶ εἰς τὸ βάθος τοῦ περιέχοντος ἀέρος ἀπέκρυψεν·
彼らがヤニクルムと呼ばれる場所に差しかかったとき――そこはテュレニアから来る人々にとってローマが初めて見えてくる場所であるが――、一羽の鷲が突然舞い降りて、彼の頭に載っていた帽子をさらい、円を描くように舞い上がりながら再び上空へと飛び去り、周囲の空の彼方へとそれを見失わせた。
ἔπειτʼ ἐξαίφνης ἐπιτίθησι τῷ Λοκόμωνι τὸν πῖλον ἐπὶ τὴν κεφαλὴν ἁρμόσας ὡς πρότερον ἥρμοστο.
その後、突然、鷲はロコモンの頭の上に帽子を載せ、以前のようにぴったりと収まるように戻した。
§3.47.4θαυμαστοῦ δὲ καὶ παραδόξου πᾶσι τοῦ σημείου φανέντος ἡ γυνὴ τοῦ Λοκόμωνος ὄνομα Τανακύλλα ἐμπειρίαν ἱκανὴν ἐκ πατέρων ἔχουσα τῆς Τυρρηνικῆς οἰωνοσκοπίας, λαβοῦσα μόνον αὐτὸν ἀπὸ τῶν συνόντων ἠσπάσατό τε καὶ ἀγαθῶν ἐλπίδων ἐνέπλησεν ὡς ἐξ ἰδιωτικῆς τύχης εἰς ἐξουσίαν βασιλικὴν ἐλευσόμενον.
この兆しがすべての人にとって驚くべき、また予想外のこととして現れたとき、ロコモンの妻でタナキュラという名の、先祖伝来のテュレニアの鳥占術に十分な素養を持つ女性は、彼を同行者たちから一人だけ引き離すと、彼を抱擁し、一介の身分から王の権力へと至ることになるだろうという大きな希望で満たした。
σκοπεῖν μέντοι συνεβούλευεν ὅπως παρʼ ἑκόντων λήψεται Ῥωμαίων τὴν ἡγεμονίαν ἄξιον τῆς τιμῆς ταύτης ἑαυτὸν παρασχών.
しかしながら彼女は、自らをこの名誉に値する存在として示すことによって、望んでそれを与えるローマ人から支配権を受け取るように心掛けるべきだと助言した。