§3.46.1μετὰ δὲ τὸν Ἄγκου Μαρκίου θάνατον ἡ βουλὴ πάλιν ἐπιτρέψαντος αὐτῇ τοῦ δήμου πολιτείαν ἣν ἐβούλετο καταστήσασθαι μένειν ἐπὶ τῆς αὐτῆς ἔγνω καὶ ἀποδείκνυσι μεσοβασιλεῖς.
アンクス・マルキウスの死後、民衆が再び、元老院に対して自らが望む政体を確立することを委ねたので、元老院は同じ政体のままでいることを決議し、インターレクスたちを任命した。
οἱ δὲ συναγαγόντες εἰς ἀρχαιρεσίας τὸ πλῆθος αἱροῦνται βασιλέα Λεύκιον Ταρκύνιον.
彼らは選挙のために民衆を招集し、ルキウス・タルκィニウスを王に選出した。
βεβαιωσάντων δὲ καὶ τῶν παρὰ τοῦ δαιμονίου σημείων τὰ κριθέντα ὑπὸ τοῦ πλήθους παραλαμβάνει τὴν βασιλείαν ἐνιαυτῷ δευτέρῳ μάλιστα τῆς μιᾶς καὶ τετταρακοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Κλεώνδας Θηβαῖος, ἄρχοντος Ἀθήνησιν Ἡνιοχίδου.
神霊からの兆しもまた、民衆によって決定された事項を保証したとき、彼は、テーバイ人クレオンダスがスタディオン競走で優勝した、第41回オリンピアードのほぼ第二年に、アテナイでヘニオキデスがアルコンであった時に、王位を継承した。
§3.46.2γονέων δʼ ὁποίων τινῶν οὗτος ὁ Ταρκύνιος ἦν καὶ πατρίδος ἐξ ἧς ἔφυ καὶ διʼ ἅς2τινας αἰτίας εἰς Ῥώμην ἀφίκετο καὶ διʼ οἵων ἐπιτηδευμάτων ἐπὶ τὴν βασιλείαν παρῆλθεν, ὡς ἐν ταῖς ἐπιχωρίοις συγγραφαῖς εὗρον ἐρῶ.
このタルクィニウスがどのような親から生まれたのか、どこの国の出身であったのか、そしていかなる理由によってローマにやって来て、いかなる活動によって王位に至ったのかを、私は地方の歴史書に見出した通りに語る。
§3.46.3Κορίνθιός τις ἀνὴρ ὄνομα Δημάρατος ἐκ τῆς Βακχιαδῶν συγγενείας ἐμπορεύεσθαι προελόμενος ἐπέπλευσεν εἰς τὴν Ἰταλίαν ὁλκάδα τε οἰκείαν ἀνάγων καὶ φόρτον ἴδιον.
デマラトスという名の、バッキアダイの一族に属する一人のコリントス人が、商業に従事することを決意し、自らの商船を出し、自身の荷を積んでイタリアへと航海した。
ἐξεμπολήσας δὲ τὸν φόρτον ἐν ταῖς Τυρρηνῶν πόλεσιν εὐδαιμονούσαις μάλιστα τῶν ἐν Ἰταλίᾳ τότε καὶ μεγάλα κέρδη περιβαλόμενος ἐκεῖθεν οὐκέτι εἰς ἄλλους ἐβούλετο κατάγεσθαι λιμένας, ἀλλὰ τὴν αὐτὴν εἰργάζετο συνεχῶς θάλατταν Ἑλληνικόν τε φόρτον εἰς Τυρρηνοὺς κομίζων καὶ Τυρρηνικὸν εἰς τὴν Ἑλλάδα φέρων καὶ γίνεται πάνυ πολλῶν χρημάτων κύριος.
当時イタリアの中で最も繁栄していたテュレニア人の都市たちで荷を売り払い、そこから莫大な利益を得たため、彼はもはや他の港に寄港することを望まず、ギリシアの荷をテュレニア人に運び、テュレニアの荷をギリシアへともたらすことで、絶えず同じ海を往復して商いを行い、極めて多くの財産を手にするに至った。
§3.46.4ἐπικαταλαβούσης δὲ στάσεως τὴν Κόρινθον καὶ τῆς Κυψέλου τυραννίδος ἐπανισταμένης τοῖς Βακχιάδαις οὐκ ἀσφαλὲς εἶναι δοκῶν ἐν τυραννίδι ζῆν πολλὰ κεκτημένος ἄλλως τε καὶ τῆς ὀλιγαρχικῆς οἰκίας ὑπάρχων, συνεσκευασμένος τὴν οὐσίαν ὅσην οἷός τʼ §3.46.5ἦν ᾤχετο πλέων ἐκ τῆς Κορίνθου.
しかし、コリントスに内紛が勃発し、バッキアダイに対してキプセロスの僭主政治が興ると、彼は僭主政治のもとで生きることは安全ではないと考え、とりわけ多くの財産を所有しており、なおかつ寡頭制の家系に属していたために、携行することのできる限りの全財産を荷造りして、コリントスから出帆して立ち去った。
ἔχων δὲ φίλους πολλοὺς καὶ ἀγαθοὺς Τυρρηνῶν διὰ τὰς συνεχεῖς ἐπιμιξίας, μάλιστα δʼ ἐν Ταρκυνίοις πόλει μεγάλῃ τε καὶ εὐδαίμονι τότε οὔσῃ, οἶκόν τε αὐτόθι κατασκευάζεται καὶ γυναῖκα ἐπιφανῆ κατὰ γένος ἄγεται.
絶えざる交流のおかげでテュレニア人たちの中に多くの良き友人たちを持っており、とりわけ当時偉大で繁栄した都市であったタルクィニイにおいてそうであったため、そこに家を構え、高貴な家柄の女性を妻として娶った。
γενομένων δʼ αὐτῷ δυεῖν παίδων Τυρρηνικὰ θέμενος αὐτοῖς ὀνόματα, τῷ μὲν Ἄρροντα, τῷ δὲ Λοκόμωνα καὶ παιδεύσας ἀμφοτέρους Ἑλληνικήν τε καὶ Τυρρηνικὴν παιδείαν, εἰς ἄνδρας ἐλθοῦσιν αὐτοῖς γυναῖκας ἐκ τῶν ἐπιφανεστάτων οἴκων λαμβάνει.
彼に二人の息子が生まれると、彼らにテュレニア風の名前を授け、一人はアルンス、もう一人はロコモンと名付けた。 そして二人ともにギリシアおよびテュレニアの教育を授け、彼らが成人すると、最も高貴な家柄から彼らのために妻を迎えた。