Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.47.1-3.47.4

洛科蒙迁居罗马与鹰的吉兆

第 218 段,共 962 段 · 希腊语

内容简介

洛科蒙在继承了父亲德马拉图斯的全部遗产后,因在塔奎尼伊遭受排挤而决定迁往罗马。在途经雅尼库鲁姆时,发生了一起与鹰相关的奇异征兆,其精通鸟占术的妻子塔纳奎拉预言他将获得王权并给予了建议。

§3.47.1καὶ μετʼ οὐ πολὺν χρόνον ὁ μὲν πρεσβύτερος αὐτοῦ τῶν παίδων γένος οὐδὲν καταλιπὼν ἐμφανὲς ἀποθνήσκει.
不久之后,他的长子在未留下任何显赫后嗣的情况下去世了。
καὶ μετʼ ὀλίγας ἡμέρας αὐτὸς ὁ Δημάρατος ὑπὸ λύπης τελευτᾷ κληρονόμον ἁπάσης τῆς οὐσίας τὸν περιλειπόμενον τῶν παίδων Λοκόμωνα καταλιπών·
几天后,德马拉图斯本人也因悲伤而逝世,留下幸存的儿子洛科蒙作为全部财产的继承人。
ὃς παραλαβὼν τὸν πατρικὸν πλοῦτον μέγαν ὄντα πολιτεύεσθαί τε καὶ τὰ κοινὰ πράττειν καὶ ἐν τοῖς πρώτοις τῶν ἀστῶν εἶναι προῄρητο.
洛科蒙继承了父亲庞大的家产,立志参与政治、办理公务,并跻身于公民中的佼佼者之列。
§3.47.2ἀπελαυνόμενος δὲ πανταχόθεν ὑπὸ τῶν ἐπιχωρίων καὶ οὐχ ὅπως ἐν τοῖς πρώτοις ἀριθμούμενος, ἀλλʼ οὐδʼ ἐν τοῖς μέσοις, ἀνιαρῶς ἔφερε τὴν ἀτιμίαν.
然而,他遭到当地人处处排挤,不仅没能被列入首等市民,甚至连中等市民也算不上,这使他非常痛苦地忍受着这种耻辱。
ἀκούων δὲ περὶ τῆς Ῥωμαίων πόλεως, ὅτι πάντας ἀσμένως ὑποδεχομένη τοὺς ξένους ἀστοὺς ποιεῖται καὶ τιμᾷ κατὰ τὴν ἀξίαν ἕκαστον, ἐκεῖ μετενέγκασθαι τὴν οἴκησιν ἔγνω τά τε χρήματα πάντα συσκευασάμενος καὶ τὴν γυναῖκα ἐπαγόμενος καὶ τῶν ἄλλων φίλων καὶ οἰκείων τοὺς βουλομένους·
当听到关于罗马城的事情,得知它乐于接纳所有的外邦人并给予他们公民权,且按每个人的才能予以尊重时,他决定搬迁到那里去。
ἐγένοντο δὲ οἱ συναπαίρειν αὐτῷ προθυμηθέντες συχνοί.
他收拾了所有的财产,带上妻子,以及其他愿意随行的朋友和亲属;而热切期望与他一同迁徙的人为数不少。
§3.47.3ὡς δὲ κατὰ τὸ καλούμενον Ἰανίκολον ἦσαν, ὅθεν ἡ Ῥώμη τοῖς ἀπὸ Τυρρηνίας ἐρχομένοις πρῶτον ἀφορᾶται, καταπτὰς ἀετὸς ἄφνω καὶ τὸν πῖλον αὐτοῦ τὸν ἐπὶ τῆς κεφαλῆς κείμενον ἁρπάσας, ἀνέπτη πάλιν ἄνω κατὰ τὴν ἐγκύκλιον αἰώραν φερόμενος καὶ εἰς τὸ βάθος τοῦ περιέχοντος ἀέρος ἀπέκρυψεν· ἔπειτʼ ἐξαίφνης ἐπιτίθησι τῷ Λοκόμωνι τὸν πῖλον ἐπὶ τὴν κεφαλὴν ἁρμόσας ὡς πρότερον ἥρμοστο.
当他们到达被称为雅尼库鲁姆的地方时——从那里,凡是从第留尼安来的人首次可以望见罗马——一只鹰突然飞降下来,攫走了他戴在头上的帽子,在空中盘旋着重新向上飞去,并将其隐藏在周围广阔的天空深处;接着,它又突然将帽子重新戴在洛科蒙的头上,放得和先前一样合适。
§3.47.4θαυμαστοῦ δὲ καὶ παραδόξου πᾶσι τοῦ σημείου φανέντος ἡ γυνὴ τοῦ Λοκόμωνος ὄνομα Τανακύλλα ἐμπειρίαν ἱκανὴν ἐκ πατέρων ἔχουσα τῆς Τυρρηνικῆς οἰωνοσκοπίας, λαβοῦσα μόνον αὐτὸν ἀπὸ τῶν συνόντων ἠσπάσατό τε καὶ ἀγαθῶν ἐλπίδων ἐνέπλησεν ὡς ἐξ ἰδιωτικῆς τύχης εἰς ἐξουσίαν βασιλικὴν ἐλευσόμενον.
这一征兆在所有人看来都极其惊奇和不可思议,而洛科蒙的妻子,名叫塔纳奎拉,由于从父辈那里继承了关于第留尼安鸟占术的充足经验,便将他单独从随行人员中拉开,拥抱着他,并让他心中充满了美好的期望,预示他将从普通平民的地位晋升到王者的权力。
σκοπεῖν μέντοι συνεβούλευεν ὅπως παρʼ ἑκόντων λήψεται Ῥωμαίων τὴν ἡγεμονίαν ἄξιον τῆς τιμῆς ταύτης ἑαυτὸν παρασχών.
然而,她也建议他必须谋划,如何通过让自己配得上这一荣誉,从而在罗马人自愿的情况下获得统治权。

词汇与语法注释

  1. 3.47.1ὃς — 关系代名词 ὃς(主格、单数、阳性)指代前文的 Λοκόμωνα(宾格),位于句首起承接作用,即关系代名词的连续用法(相当于“而他”)。
  2. 3.47.2οὐχ ὅπως ... ἀλλʼ οὐδʼ — 关联句型,意为“不仅不……甚至连……也不……”。此处用于表示强烈的对比:“不仅没能被列入(首等市民),甚至连(中等市民)也算不上”。
  3. 3.47.3ὡς δὲ κατὰ τὸ καλούμενον Ἰανίκολον ἦσαν — 接续词 ὡς 引导时间从句(意为“当……时”)。前置词 κατά 接宾格,表示“在……附近”或“到达……地方”。
  4. 3.47.4ὡς ἐξ ἰδιωτικῆς τύχης εἰς ἐξουσίαν βασιλικὴν ἐλευσόμενον — 语气词 ὡς 与将来时分词 ἐλευσόμενον(宾格单数阳性,与 ἐνέπλησεν 的宾语 αὐτόν 一致)连用,表示主观的期望或预示(“预示着他将……”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.47.1-3.47.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.47.1-3.47.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。