Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.46.1-3.46.5

塔奎尼乌斯即位与父亲德马拉图斯的身世

第 217 段,共 962 段 · 希腊语

内容简介

安库斯·马尔基乌斯去世后,卢基乌斯·塔奎尼乌斯被元老院和民众选为国王。其身世被追溯至从科林斯流亡到意大利并在塔奎尼伊定居的德马拉图斯。

§3.46.1μετὰ δὲ τὸν Ἄγκου Μαρκίου θάνατον ἡ βουλὴ πάλιν ἐπιτρέψαντος αὐτῇ τοῦ δήμου πολιτείαν ἣν ἐβούλετο καταστήσασθαι μένειν ἐπὶ τῆς αὐτῆς ἔγνω καὶ ἀποδείκνυσι μεσοβασιλεῖς.
在安库斯·马尔基乌斯去世后,平民再次允许元老院建立其所期望的政体,因此元老院决定保持原有政体,并任命了间王。
οἱ δὲ συναγαγόντες εἰς ἀρχαιρεσίας τὸ πλῆθος αἱροῦνται βασιλέα Λεύκιον Ταρκύνιον.
后者召集民众进行选举,推选卢基乌斯·塔奎尼乌斯为王。
βεβαιωσάντων δὲ καὶ τῶν παρὰ τοῦ δαιμονίου σημείων τὰ κριθέντα ὑπὸ τοῦ πλήθους παραλαμβάνει τὴν βασιλείαν ἐνιαυτῷ δευτέρῳ μάλιστα τῆς μιᾶς καὶ τετταρακοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Κλεώνδας Θηβαῖος, ἄρχοντος Ἀθήνησιν Ἡνιοχίδου.
当来自神灵的征兆也确认了民众的决定后,他大约在第四十一届奥林匹亚德的第二年继承了王位。 在那届奥林匹亚德中,底比斯人克莱恩达斯赢得了短跑比赛,当时雅典的执政官是赫尼奥希德斯。
§3.46.2γονέων δʼ ὁποίων τινῶν οὗτος ὁ Ταρκύνιος ἦν καὶ πατρίδος ἐξ ἧς ἔφυ καὶ διʼ ἅς2τινας αἰτίας εἰς Ῥώμην ἀφίκετο καὶ διʼ οἵων ἐπιτηδευμάτων ἐπὶ τὴν βασιλείαν παρῆλθεν, ὡς ἐν ταῖς ἐπιχωρίοις συγγραφαῖς εὗρον ἐρῶ.
这位塔奎尼乌斯出身于怎样的父母,来自哪个祖国,又是出于何种原因来到罗马,以及通过何种行径登上帝位,我将根据地方志书中的记载予以阐述。
§3.46.3Κορίνθιός τις ἀνὴρ ὄνομα Δημάρατος ἐκ τῆς Βακχιαδῶν συγγενείας ἐμπορεύεσθαι προελόμενος ἐπέπλευσεν εἰς τὴν Ἰταλίαν ὁλκάδα τε οἰκείαν ἀνάγων καὶ φόρτον ἴδιον.
有一位名叫德马拉图斯的科林斯人,属于巴克科斯家族的后裔,他选择从事商业,便驾驶着自己的商船,载着自己的货物,航行到意大利。
ἐξεμπολήσας δὲ τὸν φόρτον ἐν ταῖς Τυρρηνῶν πόλεσιν εὐδαιμονούσαις μάλιστα τῶν ἐν Ἰταλίᾳ τότε καὶ μεγάλα κέρδη περιβαλόμενος ἐκεῖθεν οὐκέτι εἰς ἄλλους ἐβούλετο κατάγεσθαι λιμένας, ἀλλὰ τὴν αὐτὴν εἰργάζετο συνεχῶς θάλατταν Ἑλληνικόν τε φόρτον εἰς Τυρρηνοὺς κομίζων καὶ Τυρρηνικὸν εἰς τὴν Ἑλλάδα φέρων καὶ γίνεται πάνυ πολλῶν χρημάτων κύριος.
他在当时意大利最富庶的第留尼安人城市中售罄了货物,并由此获取了巨额利润。 此后,他不再想去往其他港口,而是不断在同一海域往返,将希腊货物运往第留尼安人,又将第留尼安的货物运回希腊,从而掌握了极其庞大的财富。
§3.46.4ἐπικαταλαβούσης δὲ στάσεως τὴν Κόρινθον καὶ τῆς Κυψέλου τυραννίδος ἐπανισταμένης τοῖς Βακχιάδαις οὐκ ἀσφαλὲς εἶναι δοκῶν ἐν τυραννίδι ζῆν πολλὰ κεκτημένος ἄλλως τε καὶ τῆς ὀλιγαρχικῆς οἰκίας ὑπάρχων, συνεσκευασμένος τὴν οὐσίαν ὅσην οἷός τʼ §3.46.5ἦν ᾤχετο πλέων ἐκ τῆς Κορίνθου.
但是,当科林斯爆发内讧,库普塞洛斯的僭主统治针对巴克科斯家族兴起时,他认为在僭主统治下生活并不安全,特别是他拥有巨额财产,而且属于寡头制家族,他收拾起一切他所能够携带的财产,乘船离开了科林斯。
ἔχων δὲ φίλους πολλοὺς καὶ ἀγαθοὺς Τυρρηνῶν διὰ τὰς συνεχεῖς ἐπιμιξίας, μάλιστα δʼ ἐν Ταρκυνίοις πόλει μεγάλῃ τε καὶ εὐδαίμονι τότε οὔσῃ, οἶκόν τε αὐτόθι κατασκευάζεται καὶ γυναῖκα ἐπιφανῆ κατὰ γένος ἄγεται.
由于经常往来,他在第留尼安人中拥有许多好友,特别是在当时既庞大又富庶的塔奎尼伊城。 于是他便在该城安家落户,并娶了一位出身名门的女子为妻。
γενομένων δʼ αὐτῷ δυεῖν παίδων Τυρρηνικὰ θέμενος αὐτοῖς ὀνόματα, τῷ μὲν Ἄρροντα, τῷ δὲ Λοκόμωνα καὶ παιδεύσας ἀμφοτέρους Ἑλληνικήν τε καὶ Τυρρηνικὴν παιδείαν, εἰς ἄνδρας ἐλθοῦσιν αὐτοῖς γυναῖκας ἐκ τῶν ἐπιφανεστάτων οἴκων λαμβάνει.
他生了两个儿子,给他们取了第留尼安式的名字,一个叫阿尔恩斯,另一个叫洛科蒙。 他让两人都接受了希腊式和第留尼安式的教育,在他们成年之后,又从最显赫的家族中为他们娶了妻子。

词汇与语法注释

  1. §3.46.1ἐπιτρέψαντος αὐτῇ τοῦ δήμου — ἐπιτρέψαντος αὐτῇ τοῦ δήμου 是属格独立结构,其中 αὐτῇ 指代主语 ἡ βουλὴ(元老院)。不定式 καταστήσασθαι 的逻辑主语也是 αὐτῇ,整句意为“在平民允许元老院建立其所期望的政体之后”。主句动词 ἔγνω 带不定式 μένειν 作为其宾语补足语。
  2. §3.46.2γονέων δʼ ὁποίων τινῶν — 从句首的 γονέων δʼ ὁποίων τινῶν 到 παρῆλθεν 的一连串间接疑问从句,整体作为句末动词 ἐρῶ(我将叙述)的宾语,构成倒装(hyperbaton)结构。γονέων 是表示来源的属格,οὗτος ὁ Ταρκύνιος 是该从句的主语。
  3. §3.46.4ὅσην οἷός τʼ — 关系从句 ὅσην οἷός τʼ ἦν(他所能……的全部)修饰先行词 τὴν οὐσίαν(财产)。在 οἷός τε ἦν(能够)之后省略了与分词 συνεσκευασμένος(打包)相对应的不定式(如 συσκευάσασθαι)。在文本排版中,该关系从句的 οἷός τʼ 位于 §3.46.4 的末尾,而动词 ἦν 则位于 §3.46.5 的开头。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.46.1-3.46.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.46.1-3.46.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。