§3.41.1τετάρτῳ δὲ μάλιστα μετὰ τόνδε τὸν πόλεμον ἐνιαυτῷ Μάρκιος ὁ τῶν Ῥωμαίων βασιλεὺς τήν τε πολιτικὴν δύναμιν ἄγων καὶ τὴν συμμαχικὴν μεταπεμψάμενος ὅσην ἐδύνατο πλείστην ἐστράτευσεν ἐπὶ Οὐιεντανοὺς καὶ πολλὴν τῆς χώρας αὐτῶν ἐδῄωσεν.
この戦争の後、およそ四年目に、ローマ人の王マルキウスは市民兵の軍勢を率い、また同盟国の軍勢もできる限り多く召喚して、ウェイイ人に対して遠征を行い、彼らの領土の多くを荒廃させた。
ἐκεῖνοι δʼ ἤρξαντο ἐνιαυτῷ πρότερον εἰς τὴν Ῥωμαίων γῆν ἐμβαλόντες καὶ πολλὰς μὲν ἁρπαγὰς χρημάτων, πολὺν δὲ ἀνθρώπων ὄλεθρον ποιήσαντες·
彼らの側は、その前年にローマ人の土地に侵入し、多くの財産の略奪と、多くの人々の殺戮を行ったことで、戦端を開いていたのである。
§3.41.2στρατιᾶς δὲ πολλῆς παρὰ τῶν Οὐιεντανῶν ἐξελθούσης καὶ πέραν τοῦ Τεβέριος ποταμοῦ πρὸς τῇ Φιδηναίων πόλει χάρακα θεμένης ἀναλαβὼν τὴν δύναμιν ἦγεν ὡς εἶχε τάχους καὶ πρῶτον μὲν τῶν ἐπὶ τὴν χώραν ἐξόδων αὐτοὺς ἀπέκλεισεν ἱπποκρατῶν, ἔπειτʼ εἰς παράταξιν προελθεῖν ἀναγκάσας ἐνίκησε καὶ τοῦ χάρακος αὐτῶν ἐκράτησε.
ウェイイ人の側から大軍が出撃し、テベリス川の対岸、フィデナエ人の都市の近くに陣地を築いたので、マルキウスは軍勢を率いてできる限りの急ぎで進軍した。 そしてまず、騎兵戦で優勢に立つことによって彼らが耕作地へと出撃するのを遮断し、次いで、彼らに正規の布陣での戦闘を強いて打ち破り、その陣地を占領した。
χωρήσαντος δὲ αὐτῷ καὶ τούτου κατὰ γνώμην τοῦ πολέμου τὴν ἐπινίκιον πομπὴν καὶ τὸν εἰωθότα θρίαμβον τοῖς θεοῖς κατήγαγεν εἰς τὴν πόλιν ἀφικόμενος.
この戦争も彼の意図通りに進んだので、彼は都市に帰還し、戦勝の行列と慣行の凱旋式を神々に捧げた。
§3.41.3δευτέρῳ δʼ ὕστερον ἔτει πάλιν τῶν Οὐιεντανῶν λυσάντων ἃς ἐποιήσαντο πρὸς αὐτὸν ἀνοχὰς καὶ τὰς ἁλὰς ἀξιούντων ἀπολαβεῖν, ὧν ἐπὶ Ῥωμύλου βασιλέως καθʼ ὁμολογίας ἀπέστησαν, ἑτέραν τίθεται πρὸς αὐτοὺς μάχην περὶ ταῖς ἁλαῖς μείζονα τῆς προτέρας, ἣν εὐπετῶς ἐνίκησε,
その二年後、ウェイイ人たちが再び、彼と結んでいた休戦協定を破り、ロムルス王の時代に合意によって放棄した塩田を取り戻すことを要求したため、マルキウスは彼らに対して塩田をめぐる、先の戦いよりも大規模な第二の戦闘を交え、これに容易に勝利した。
§3.41.4καὶ τὰς ἁλὰς ἐξ ἐκείνου κατεῖχεν ἀναμφιλόγως.
そしてそれ以来、彼は塩田を異議なく支配下に置いた。
τὰ δὲ ἀριστεῖα καὶ ἐκ ταύτης ἔλαβε τῆς μάχης ὁ τῶν ἱππέων ἡγεμὼν Ταρκύνιος, καὶ αὐτὸν ὁ Μάρκιος ἄνδρα πάντων κράτιστον ἡγησάμενος τά τε ἄλλα σεμνύνων διετέλει καὶ εἰς τὸν τῶν πατρικίων τε καὶ βουλευτῶν ἀριθμὸν κατέγραψεν.
この戦闘でも、騎兵の指揮官タルクィニウスが武勲最優秀の褒賞を獲得した。 マルキウスは彼をすべての者の中で最も優れた男とみなし、他のあらゆる面でも彼を栄誉礼遇し続け、パトリキおよび元老院議員の籍に登録した。
§3.41.5ἐγένετο δὲ καὶ πρὸς τὸ τῶν Οὐολούσκων ἔθνος τῷ Μαρκίῳ πόλεμος λῃστηρίων κἀκεῖθεν ἐξιόντων ἐπὶ τοὺς τῶν Ῥωμαίων ἀγρούς·
また、ウォルスキ人の部族に対しても、彼らの側からローマ人の耕作地へと略奪隊が出撃していたことから、マルキウスとの間で戦争が起こった。
καὶ στρατεύσας ἐπʼ αὐτοὺς μεγάλῃ χειρὶ πολλὴν περιεβάλετο λείαν πόλει τε αὐτῶν Οὐελίτραις προσκαθεζόμενος ἀπετάφρευε καὶ περιεχαράκου καὶ τειχομαχίαν συνίστατο τῆς ὑπαίθρου κρατῶν.
彼は大軍を率いて彼らに対して遠征し、多くの略奪品を獲得した。 そして彼らの都市ウェリトラエを取り囲み、壕を掘り、柵を巡らせ、野外の支配権を握りつつ攻城戦を展開した。
ἐξελθόντων δὲ σὺν ἱκετηρίαις τῶν πρεσβυτάτων καὶ τάς τε βλάβας διαλύσειν ὑποσχομένων, ὡς ἂν ὁ βασιλεὺς δικαιώσῃ, καὶ τοὺς ἐνόχους ταῖς αἰτίαις ἐπὶ δίκην παρέξειν ὁμολογούντων, ἀνοχὰς πρὸς αὐτοὺς ποιησάμενος καὶ τὰ δίκαια παρʼ ἑκόντων λαβὼν εἰρήνην καὶ φιλίαν συντίθεται.
都市から最も長老の者たちが哀願の象徴を携えて出てきて、王の裁定通りに損害を賠償することを約束し、また責任ある有罪者たちを裁判にかけるために引き渡すことを合意したため、彼は彼らと休戦を結び、彼らが自発的に差し出した正当な要求を受け入れたうえで、平和と友好の条約を締結した。