§3.41.1τετάρτῳ δὲ μάλιστα μετὰ τόνδε τὸν πόλεμον ἐνιαυτῷ Μάρκιος ὁ τῶν Ῥωμαίων βασιλεὺς τήν τε πολιτικὴν δύναμιν ἄγων καὶ τὴν συμμαχικὴν μεταπεμψάμενος ὅσην ἐδύνατο πλείστην ἐστράτευσεν ἐπὶ Οὐιεντανοὺς καὶ πολλὴν τῆς χώρας αὐτῶν ἐδῄωσεν.
在这场战争后的大约第四年,罗马人的国王马尔基乌斯率领公民军队,并召集了尽可能多的盟军,向维伊人发动远征,并蹂躏了他们的大片领土。
ἐκεῖνοι δʼ ἤρξαντο ἐνιαυτῷ πρότερον εἰς τὴν Ῥωμαίων γῆν ἐμβαλόντες καὶ πολλὰς μὲν ἁρπαγὰς χρημάτων, πολὺν δὲ ἀνθρώπων ὄλεθρον ποιήσαντες·
而维伊人则在一年之前,通过侵入罗马人的土地、掠夺大量财物并杀害许多人,从而挑起了战端。
§3.41.2στρατιᾶς δὲ πολλῆς παρὰ τῶν Οὐιεντανῶν ἐξελθούσης καὶ πέραν τοῦ Τεβέριος ποταμοῦ πρὸς τῇ Φιδηναίων πόλει χάρακα θεμένης ἀναλαβὼν τὴν δύναμιν ἦγεν ὡς εἶχε τάχους καὶ πρῶτον μὲν τῶν ἐπὶ τὴν χώραν ἐξόδων αὐτοὺς ἀπέκλεισεν ἱπποκρατῶν, ἔπειτʼ εἰς παράταξιν προελθεῖν ἀναγκάσας ἐνίκησε καὶ τοῦ χάρακος αὐτῶν ἐκράτησε.
当维伊人派出一支大军,在台伯河对岸、斐德奈人的城市附近安营扎寨时,马尔基乌斯率领军队,以最快的速度赶去。 首先,他通过骑兵优势阻断了敌人出击到田野的通道;接着,他强迫敌人出阵交战并击败了他们,占领了他们的营地。
χωρήσαντος δὲ αὐτῷ καὶ τούτου κατὰ γνώμην τοῦ πολέμου τὴν ἐπινίκιον πομπὴν καὶ τὸν εἰωθότα θρίαμβον τοῖς θεοῖς κατήγαγεν εἰς τὴν πόλιν ἀφικόμενος.
随着这场战争也如他所愿地结束,他回到城里,向神明奉献了战胜游行和惯常的凯旋式。
§3.41.3δευτέρῳ δʼ ὕστερον ἔτει πάλιν τῶν Οὐιεντανῶν λυσάντων ἃς ἐποιήσαντο πρὸς αὐτὸν ἀνοχὰς καὶ τὰς ἁλὰς ἀξιούντων ἀπολαβεῖν, ὧν ἐπὶ Ῥωμύλου βασιλέως καθʼ ὁμολογίας ἀπέστησαν, ἑτέραν τίθεται πρὸς αὐτοὺς μάχην περὶ ταῖς ἁλαῖς μείζονα τῆς προτέρας, ἣν εὐπετῶς ἐνίκησε, §3.41.4καὶ τὰς ἁλὰς ἐξ ἐκείνου κατεῖχεν ἀναμφιλόγως.
此后的第二年,维伊人再次撕毁了与他达成的休战协定,并要求收回他们在罗姆路斯国王统治时期通过协定放弃的盐田。 于是马尔基乌斯与他们为了盐田展开了第二场战斗,规模比前一次更大,而他轻松地取得了胜利,自那以后,他毫无争议地占领了这些盐田。
τὰ δὲ ἀριστεῖα καὶ ἐκ ταύτης ἔλαβε τῆς μάχης ὁ τῶν ἱππέων ἡγεμὼν Ταρκύνιος, καὶ αὐτὸν ὁ Μάρκιος ἄνδρα πάντων κράτιστον ἡγησάμενος τά τε ἄλλα σεμνύνων διετέλει καὶ εἰς τὸν τῶν πατρικίων τε καὶ βουλευτῶν ἀριθμὸν κατέγραψεν.
在这场战斗中,骑兵指挥官塔奎尼乌斯同样立下头功。 马尔基乌斯认为他是所有人中最优秀的人,不仅在其他方面持续给予他崇高的荣誉,还将他列入贵族和元老院议员的名册。
§3.41.5ἐγένετο δὲ καὶ πρὸς τὸ τῶν Οὐολούσκων ἔθνος τῷ Μαρκίῳ πόλεμος λῃστηρίων κἀκεῖθεν ἐξιόντων ἐπὶ τοὺς τῶν Ῥωμαίων ἀγρούς·
马尔基乌斯与沃尔斯奇人部族之间也爆发了战争,因为他们也派出强盗袭扰罗马人的田野。
καὶ στρατεύσας ἐπʼ αὐτοὺς μεγάλῃ χειρὶ πολλὴν περιεβάλετο λείαν πόλει τε αὐτῶν Οὐελίτραις προσκαθεζόμενος ἀπετάφρευε καὶ περιεχαράκου καὶ τειχομαχίαν συνίστατο τῆς ὑπαίθρου κρατῶν.
马尔基乌斯率领大军讨伐他们,掠夺了大量战利品。 在包围他们的城市韦利特雷时,他挖掘壕沟、筑起栅栏,在控制野外的同时展开攻城战。
ἐξελθόντων δὲ σὺν ἱκετηρίαις τῶν πρεσβυτάτων καὶ τάς τε βλάβας διαλύσειν ὑποσχομένων, ὡς ἂν ὁ βασιλεὺς δικαιώσῃ, καὶ τοὺς ἐνόχους ταῖς αἰτίαις ἐπὶ δίκην παρέξειν ὁμολογούντων, ἀνοχὰς πρὸς αὐτοὺς ποιησάμενος καὶ τὰ δίκαια παρʼ ἑκόντων λαβὼν εἰρήνην καὶ φιλίαν συντίθεται.
当最年长的长老们手持祈求物走出来,许诺将按照国王裁决的方式赔偿损失,并同意交出罪魁祸首接受审判时,马尔基乌斯与他们达成了休战,并在接受他们自愿支付的赔偿后,缔结了和平与友好条约。