Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §3.39.1-3.39.4

対ラティウム戦の勝利とフィデナエの離反

210 / 962 箇所 · ギリシア語

要旨

ローマとラティウムの間で二度の会戦が起こりローマが勝利を収め、その後は国境地帯での小競り合いが続いた。また、ローマから離反して密かに略奪を行っていたフィデナエ人に対し、マルキウスは急進して彼らと対峙し、その責任を追及した。

§3.39.1μετὰ τοῦτο γίνονται Λατίνων τε καὶ Ῥωμαίων μεγάλαις δυνάμεσι παραταξαμένων μάχαι διτταί.
その後、ラティウム人とローマ人がそれぞれ大軍を率いて対陣し、二度の戦いが行われた。
τῇ μὲν οὖν προτέρᾳ μέχρι πολλοῦ διαγωνισάμενοι καὶ δόξαντες ἰσόρροποι γεγονέναι διεκρίθησαν καὶ ἐπὶ τοὺς ἰδίους ἑκάτεροι χάρακας ἀπηλλάγησαν, τῇ δʼ ὑστέρᾳ Ῥωμαῖοι νικῶσι τοὺς Λατίνους καὶ μέχρι §3.39.2στρατοπέδου διώκουσι.
最初の戦いでは、長時間の戦闘の末、互角であると見なされたまま双方は離脱し、それぞれ自らの陣地へと引き揚げたが、二度目の戦いではローマ人がラティウム人を破り、彼らの陣地まで追撃した。
μετὰ δὲ τὰς μάχας ταύτας ἀγὼν μὲν ἐκ παρατάξεως οὐδεὶς αὐτοῖς ἔτι πρὸς ἀλλήλους συνέστη, καταδρομαὶ δὲ τῆς ὁμόρου χώρας ὑπʼ ἀμφοτέρων ἐγίνοντο συνεχεῖς καὶ συμπλοκαὶ τῶν περιπόλων τῆς γῆς ἱππέων τε καὶ ψιλῶν, ἐν αἷς ἐπεκράτουν ὡς τὰ πολλὰ Ῥωμαῖοι δύναμιν ὕπαιθρον ἔχοντες ἐν τοῖς ἐπικαίροις φρουρίοις ὑποκαθημένην,
これらの戦いののち、両者の間で正面切っての戦闘は二度と起こらなかったが、双方が隣接する領土を襲撃することが絶えず、土地の哨戒に当たる騎兵や軽装歩兵たちの小競り合いが相次いだ。 それらにおいては、要衝の砦に野外軍を潜伏させていたローマ人が大抵優勢であった。
§3.39.3ἧς ὁ Τυρρηνὸς Ταρκύνιος ἡγεῖτο.
この軍勢を率いていたのは、エトルリア人のタルクィニウスであった。
ἀπέστησαν δὲ καὶ Φιδηναῖοι Ῥωμαίων κατὰ τοὺς αὐτοὺς χρόνους οὐκ ἐκ τοῦ φανεροῦ τὸν πόλεμον ἀναδείξαντες, ἀλλὰ κατʼ ὀλίγους καὶ κρύφα τὴν χώραν αὐτῶν καταδρομαῖς κακουργοῦντες·
同じ時期に、フィデナエ人もローマ人から離反した。 彼らは公然と戦争を宣告したわけではなく、少人数で密かに彼らの領土を襲撃し略奪を行っていた。
ἐφʼ οὓς ὁ Μάρκιος εὐζώνῳ στρατιᾷ ἐλάσας, πρὶν ἢ παρασκευάσασθαι τοὺς Φιδηναίους τὰ πρὸς τὸν πόλεμον, ἐγγὺς τῆς πόλεως τίθεται τὸν χάρακα.
マルキウスは、フィデナエ人たちが戦争の準備を整える前に、軽装の軍隊を率いて急進し、彼らの都市の近くに陣を構えた。
§3.39.4οἱ δὲ κατʼ ἀρχὰς μὲν ἀγνοεῖν ἐσκήπτοντο ἀντὶ ποίων ἀδικημάτων στρατὸς ἐπʼ αὐτοὺς Ῥωμαίων ἀφῖκται, τοῦ δὲ βασιλέως εἰπόντος ὅτι δίκας παρʼ αὐτῶν ἥκει ληψόμενος ὧν διήρπασάν τε καὶ κατέβλαψαν αὐτοῦ τὴν γῆν, ἀπελογοῦντο προς ταῦτα ὡς οὐ τὸ κοινὸν αἴτιον εἴη τῶν ἀδικημάτων, καὶ χρόνον ᾐτοῦντο εἰς διάγνωσίν τε καὶ ζήτησιν τῶν ἐνόχων ταῖς αἰτίαις καὶ πολλὰς κατέτριψαν ἡμέρας πράττοντες μὲν οὐδὲν τῶν δεόντων, ἐπικαλούμενοι δὲ κρύφα τοὺς συμμάχους καὶ περὶ κατασκευὴν ὅπλων γινόμενοι.
彼らは、最初はどのような不正行為のためにローマの軍隊が押し寄せてきたのかを知らないふりをしていた。 しかし、王が、彼らが自分の土地を略奪し損害を与えたことへの賠償を求めるためにやって来たのだと告げると、これに対し、その不正行為の責任は国家にあるのではないと言い訳し、容疑者たちの審査と捜査を行うための時間を求めた。 そして、なすべきことを何一つ行わないまま何日も引き延ばし、密かに同盟軍に救援を要請し、武器の製造に従事していた。

語釈・文法注

  1. 3.39.1μεγάλαις δυνάμεσι παραταξαμένων — Λατίνων τε καὶ Ῥωμαίων(ラティウム人とローマ人が)を意味上の主語とする属格独立。与格の μεγάλαις δυνάμεσι は随伴または手段を表す。
  2. 3.39.1μέχρι ... στρατοπέδου — 属格を支配する前置詞 μέχρι が、テキスト上の章の区切り(§3.39.1から§3.39.2へ)および milestone(¦p.v.1p.352¦)をまたいで、次節冒頭の στρατοπέδου にかかっている。
  3. 3.39.4ἥκει ληψόμενος — 動詞 ἥκω(来ている)に未来分詞 ληψόμενος が随伴し、目的(「〜を得るために、〜を課すために」)を表す。δίκας λαμβάνω παρά τινος は「人から罰を取り立てる、人を罰する」という慣用表現。
  4. 3.39.4ὡς οὐ τὸ κοινὸν αἴτιον εἴη — 主節の動詞 ἀπελογοῦντο が過去(未完了過去)であるため、ὡς(〜という理由で、〜として)に導かれる従属節において、直説法の代わりに斜格の希求法 εἴη が用いられている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §3.39.1-3.39.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.39.1-3.39.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。