Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.39.1-3.39.4

击败拉丁同盟与斐德奈的反叛

第 210 段,共 962 段 · 希腊语

内容简介

罗马与拉丁人之间爆发了两次大战并以罗马获胜告终,此后双方在边境展开拉锯式的袭扰战。同时,斐德奈人暗中叛乱并袭击罗马领土,马尔基乌斯迅速进军至其城下并追究责任,而斐德奈人则试图拖延时间。

§3.39.1μετὰ τοῦτο γίνονται Λατίνων τε καὶ Ῥωμαίων μεγάλαις δυνάμεσι παραταξαμένων μάχαι διτταί.
此后,拉丁人与罗马人各自列出大军,进行了两次交战。
τῇ μὲν οὖν προτέρᾳ μέχρι πολλοῦ διαγωνισάμενοι καὶ δόξαντες ἰσόρροποι γεγονέναι διεκρίθησαν καὶ ἐπὶ τοὺς ἰδίους ἑκάτεροι χάρακας ἀπηλλάγησαν, τῇ δʼ ὑστέρᾳ Ῥωμαῖοι νικῶσι τοὺς Λατίνους καὶ μέχρι §3.39.2στρατοπέδου διώκουσι.
在第一次交战中,双方激战良久,在被认为势均力敌的情况下各自退兵,返回了自己的营地;但在第二次交战中,罗马人击败了拉丁人,并一直追击他们,直到他们的营地。
μετὰ δὲ τὰς μάχας ταύτας ἀγὼν μὲν ἐκ παρατάξεως οὐδεὶς αὐτοῖς ἔτι πρὸς ἀλλήλους συνέστη, καταδρομαὶ δὲ τῆς ὁμόρου χώρας ὑπʼ ἀμφοτέρων ἐγίνοντο συνεχεῖς καὶ συμπλοκαὶ τῶν περιπόλων τῆς γῆς ἱππέων τε καὶ ψιλῶν, ἐν αἷς ἐπεκράτουν ὡς τὰ πολλὰ Ῥωμαῖοι δύναμιν ὕπαιθρον ἔχοντες ἐν τοῖς ἐπικαίροις φρουρίοις ὑποκαθημένην, §3.39.3ἧς ὁ Τυρρηνὸς Ταρκύνιος ἡγεῖτο.
在这些战斗之后,双方之间再没有发生过阵地会战,但双方不断对邻近领土进行袭击,且负责巡逻该地界的骑兵与轻装步兵之间频频发生冲突。 在这些冲突中,罗马人多占上风,因为他们在关键的堡垒中部署了潜伏的野外军队,这支军队由伊特鲁里亚人塔奎尼乌斯统帅。
ἀπέστησαν δὲ καὶ Φιδηναῖοι Ῥωμαίων κατὰ τοὺς αὐτοὺς χρόνους οὐκ ἐκ τοῦ φανεροῦ τὸν πόλεμον ἀναδείξαντες, ἀλλὰ κατʼ ὀλίγους καὶ κρύφα τὴν χώραν αὐτῶν καταδρομαῖς κακουργοῦντες·
大约在同一时期,斐德奈人也背叛了罗马人,他们并非公开宣战,而是以少数人秘密袭击的方式破坏罗马人的领土。
ἐφʼ οὓς ὁ Μάρκιος εὐζώνῳ στρατιᾷ ἐλάσας, πρὶν ἢ παρασκευάσασθαι τοὺς Φιδηναίους τὰ πρὸς τὸν πόλεμον, ἐγγὺς τῆς πόλεως τίθεται τὸν χάρακα.
马尔基乌斯率领轻装军队向他们进军,在斐德奈人做好战争准备之前,便在他们的城市附近安营扎寨。
§3.39.4οἱ δὲ κατʼ ἀρχὰς μὲν ἀγνοεῖν ἐσκήπτοντο ἀντὶ ποίων ἀδικημάτων στρατὸς ἐπʼ αὐτοὺς Ῥωμαίων ἀφῖκται, τοῦ δὲ βασιλέως εἰπόντος ὅτι δίκας παρʼ αὐτῶν ἥκει ληψόμενος ὧν διήρπασάν τε καὶ κατέβλαψαν αὐτοῦ τὴν γῆν, ἀπελογοῦντο προς ταῦτα ὡς οὐ τὸ κοινὸν αἴτιον εἴη τῶν ἀδικημάτων, καὶ χρόνον ᾐτοῦντο εἰς διάγνωσίν τε καὶ ζήτησιν τῶν ἐνόχων ταῖς αἰτίαις καὶ πολλὰς κατέτριψαν ἡμέρας πράττοντες μὲν οὐδὲν τῶν δεόντων, ἐπικαλούμενοι δὲ κρύφα τοὺς συμμάχους καὶ περὶ κατασκευὴν ὅπλων γινόμενοι.
而斐德奈人起初装作不知,辩称不明白罗马军队是因何种罪行而向他们进犯。 但当国王说,他来是为了对他们劫掠和破坏自己土地的行为施以惩罚时,他们对此辩解说,罪行并非国家的责任,并请求给予时间来甄别和搜寻应对指控负责的人。 他们拖延了许多天,没有做任何该做的事,反而暗中召集盟友,并着手制造武器。

词汇与语法注释

  1. 3.39.1μεγάλαις δυνάμεσι παραταξαμένων — 以 Λατίνων τε καὶ Ῥωμαίων 为逻辑主语的属格独立结构。与格 μεγάλαις δυνάμεσι 表示伴随或手段。
  2. 3.39.1μέχρι ... στρατοπέδου — 支配属格的前置词 μέχρι 跨越了章节分界(从 §3.39.1 到 §3.39.2)以及里程碑标记(¦p.v.1p.352¦),修饰下一节开头的名词 στρατοπέδου。
  3. 3.39.4ἥκει ληψόμενος — 动词 ἥκω(已经到来)伴随将来分词 ληψόμενος,表示目的。短语 δίκην λαμβάνω παρά τινος 是惯用表达,意为“向某人施加惩罚”或“惩罚某人”。
  4. 3.39.4ὡς οὐ τὸ κοινὸν αἴτιον εἴη — 由于主句动词 ἀπελογοῦντο 为过去时(未完成过去时),在由 ὡς(以……为由)引导的从句中,使用了斜格希求法 εἴη 代替陈述语气。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.39.1-3.39.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.39.1-3.39.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。