§3.38.1τῷ δʼ ἑξῆς ἐνιαυτῷ Λατίνων εἰς ἔρημον τὸ Πολιτώριον ἐποίκους ἀποστειλάντων καὶ τὴν τῶν Πολιτωρίνων χώραν ἐπεργαζομένων ἀναλαβὼν τὴν δύναμιν ὁ Μάρκιος ἦγεν ἐπʼ αὐτούς.
翌年、ラティウム人たちが、無人となったポリトリウムへ入植者を送り込み、ポリトリウム人の土地を耕作していたため、マルキウスは軍勢を率いて彼らに向けて進軍した。
προελθόντων δὲ τοῦ τείχους τῶν Λατίνων καὶ παραταξαμένων νικήσας αὐτοὺς παραλαμβάνει τὴν πόλιν τὸ δεύτερον.
城壁の外へ進出し陣を敷いたラティウム人たちを、彼は破ってその都市を二度目に占領した。
ἐμπρήσας δὲ τὰς οἰκίας καὶ τὸ τεῖχος κατασκάψας, ἵνα μηθὲν αὖθις ὁρμητήριον ἔχοιεν οἱ πολέμιοι μηδʼ ἐργάζοιντο τὴν γῆν, ἀπῆγε τὴν στρατιάν.
そして、敵が二度とそこを拠点とすることもなく、その土地を耕作することもないように、家々を焼き払い、城壁を取り壊したのち、軍隊を引き揚げた。
§3.38.2τῷ δʼ ἑξῆς ἔτει Λατῖνοι μὲν ἐπὶ Μεδυλλίαν πόλιν στρατεύσαντες, ἐν ᾗ Ῥωμαίων ἦσαν ἄποικοι, προσκαθεζόμενοι τῷ τείχει καὶ πανταχόθεν ποιησάμενοι τὰς προσβολὰς αἱροῦσιν αὐτὴν κατὰ κράτος.
翌年、ラティウム人たちは、ローマ人の入植者がいたメデュッリアの街に対して遠征し、城壁を包囲してあらゆる方向から攻撃を仕掛け、これを力ずくで占領した。
Μάρκιος δὲ Τελλήνας πόλιν τῶν Λατίνων ἐπιφανῆ κατὰ τὸν αὐτὸν αἱρεῖ χρόνον ἐκ παρατάξεώς τε νικήσας καὶ διὰ τειχομαχίας παραστησάμενος, τούς τε ἁλόντας οὐδὲν ὧν εἶχον ἀφελόμενος εἰς Ῥώμην μητήγαγε καὶ τῆς πόλεως εἰς κατασκευὴν οἰκιῶν τόπον ἀπεμέρισε·
一方マルキウスは、同じ時期に、ラティウム人たちの名高い都市テッレナエを、野戦で勝利し、さらに攻城戦によって降伏させて占領した。 そして捕らえられた者たちから、彼らが持っていた財産を何一つ奪うことなくローマへ移住させ、彼らの家を建設するために都市の土地を一部割り当てた。
§3.38.3Μεδυλλίαν τε τριετῆ χρόνον ὑπὸ τοῖς Λατίνοις γενομένην τῷ τετάρτῳ κομίζεται πάλιν ἐνιαυτῷ πολλαῖς καὶ μεγάλαις παραστησάμενος μάχαις.
また、メデュッリアが3年の間ラティウム人の支配下に入っていたのを、彼は4年目に、数多くの激しい戦いの末に再び取り戻した。
καὶ μετʼ οὐ πολὺ τὴν Φικαναίων αἱρεῖ πόλιν, ἣν τρίτῳ πρότερον ἐνιαυτῷ λαβὼν καθʼ ὁμολογίας καὶ τοὺς ἐξ αὐτῆς ἅπαντας εἰς Ῥώμην μεταγαγών, ἄλλο δὲ τῆς πόλεως οὐδὲν κακώσας, ἐπιεικέστερον μᾶλλον ἢ φρονιμώτερον ἔδοξε βουλεύεσθαι.
そして間もなくフィカナエ人の都市を占領した。 彼は3年前にこの都市を協定によって占領し、そこの住民全員をローマへ移住させ、都市の他の部分を全く損なわなかったため、賢明というよりはむしろ寛大すぎる決定を下したように思われていたのである。
§3.38.4ἀποίκους γὰρ ἀποστείλαντες εἰς αὐτὴν οἱ Λατῖνοι καὶ τὴν χώραν αὐτῶν διακατέχοντες αὐτοὶ τὴν τῶν Φικαναίων ἐκαρποῦντο, ὥστε ἠναγκάσθη πάλιν ὁ Μάρκιος τὸ δεύτερον ἐπὶ τὴν πόλιν στρατεῦσαι καὶ μετὰ πολλῆς πραγματείας κύριος αὐτῆς καταστὰς ἐμπρῆσαί τε τὰς οἰκίας καὶ τὰ τείχη κατασκάψαι.
というのも、ラティウム人たちがその都市に入植者を送り込み、彼らの土地を自ら実効支配して、フィカナエ人の土地から利益を得ていたからである。 その結果、マルキウスは再び二度目にその都市へ遠征することを余儀なくされ、多大な困難の末にそれを支配下に置くと、家々を焼き払い、城壁を取り壊した。