Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.38.1-3.38.4

再克拉丁诸城与菲卡奈的彻底毁灭

第 209 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯接连攻打被拉丁人重新占领的波利托里乌姆、特莱纳埃和梅杜利亚。对于因其此前宽大处理而被敌人重新利用的菲卡奈,他在第二次占领后进行了彻底的摧毁。

§3.38.1τῷ δʼ ἑξῆς ἐνιαυτῷ Λατίνων εἰς ἔρημον τὸ Πολιτώριον ἐποίκους ἀποστειλάντων καὶ τὴν τῶν Πολιτωρίνων χώραν ἐπεργαζομένων ἀναλαβὼν τὴν δύναμιν ὁ Μάρκιος ἦγεν ἐπʼ αὐτούς.
第二年,由于拉丁人向已成废墟的波利托里乌姆派遣了殖民者,并耕作波利托里乌姆人的土地,马尔基乌斯重整军队向他们进发。
προελθόντων δὲ τοῦ τείχους τῶν Λατίνων καὶ παραταξαμένων νικήσας αὐτοὺς παραλαμβάνει τὴν πόλιν τὸ δεύτερον.
当拉丁人出城墙并列阵时,他击败了他们,并第二次占领了该城。
ἐμπρήσας δὲ τὰς οἰκίας καὶ τὸ τεῖχος κατασκάψας, ἵνα μηθὲν αὖθις ὁρμητήριον ἔχοιεν οἱ πολέμιοι μηδʼ ἐργάζοιντο τὴν γῆν, ἀπῆγε τὴν στρατιάν.
在烧毁房屋并拆毁城墙后,为使敌人无法再次将其作为基地,亦无法耕作土地,他便率军撤离。
§3.38.2τῷ δʼ ἑξῆς ἔτει Λατῖνοι μὲν ἐπὶ Μεδυλλίαν πόλιν στρατεύσαντες, ἐν ᾗ Ῥωμαίων ἦσαν ἄποικοι, προσκαθεζόμενοι τῷ τείχει καὶ πανταχόθεν ποιησάμενοι τὰς προσβολὰς αἱροῦσιν αὐτὴν κατὰ κράτος.
第二年,拉丁人出兵攻打有罗马殖民者居住的梅杜利亚城,包围城墙并从各方发起进攻,通过武力攻占了该城。
Μάρκιος δὲ Τελλήνας πόλιν τῶν Λατίνων ἐπιφανῆ κατὰ τὸν αὐτὸν αἱρεῖ χρόνον ἐκ παρατάξεώς τε νικήσας καὶ διὰ τειχομαχίας παραστησάμενος, τούς τε ἁλόντας οὐδὲν ὧν εἶχον ἀφελόμενος εἰς Ῥώμην μητήγαγε καὶ τῆς πόλεως εἰς κατασκευὴν οἰκιῶν τόπον ἀπεμέρισε·
而马尔基乌斯在同一时期,占领了拉丁人的名城特莱纳埃,他在野战中击败了敌人,并利用攻城战迫使其降服;他没有剥夺被俘者的任何财产,将他们迁至罗马,并在城内划出一块土地用于建造他们的房屋。
§3.38.3Μεδυλλίαν τε τριετῆ χρόνον ὑπὸ τοῖς Λατίνοις γενομένην τῷ τετάρτῳ κομίζεται πάλιν ἐνιαυτῷ πολλαῖς καὶ μεγάλαις παραστησάμενος μάχαις.
此外,对于落入拉丁人统治下达三年之久的梅杜利亚,他在第四年通过多次重大战役使其降服,重新夺回了该城。
καὶ μετʼ οὐ πολὺ τὴν Φικαναίων αἱρεῖ πόλιν, ἣν τρίτῳ πρότερον ἐνιαυτῷ λαβὼν καθʼ ὁμολογίας καὶ τοὺς ἐξ αὐτῆς ἅπαντας εἰς Ῥώμην μεταγαγών, ἄλλο δὲ τῆς πόλεως οὐδὲν κακώσας, ἐπιεικέστερον μᾶλλον ἢ φρονιμώτερον ἔδοξε βουλεύεσθαι.
此后不久,他又占领了菲卡奈人的城市。 此前三年,他曾通过协定占领该城,并将其中所有居民迁至罗马,而未对城市造成其他任何损害,因此他当时似乎做出了与其说是明智不如说是过于宽大的决定。
§3.38.4ἀποίκους γὰρ ἀποστείλαντες εἰς αὐτὴν οἱ Λατῖνοι καὶ τὴν χώραν αὐτῶν διακατέχοντες αὐτοὶ τὴν τῶν Φικαναίων ἐκαρποῦντο, ὥστε ἠναγκάσθη πάλιν ὁ Μάρκιος τὸ δεύτερον ἐπὶ τὴν πόλιν στρατεῦσαι καὶ μετὰ πολλῆς πραγματείας κύριος αὐτῆς καταστὰς ἐμπρῆσαί τε τὰς οἰκίας καὶ τὰ τείχη κατασκάψαι.
因为拉丁人向其中派遣了殖民者,控制了他们的土地,并自己享用菲卡奈人土地的成果。 结果,马尔基乌斯被迫第二次向该城进军,在经历诸多劳顿并掌控该城后,他烧毁了房屋并拆毁了城墙。

词汇与语法注释

  1. ¦522¦προελθόντων δὲ τοῦ τείχους τῶν Λατίνων καὶ παραταξαμένων — 属格独立结构。为主语为马尔基乌斯的主句“占领”(παραλαμβάνει)提供状语修饰,描述了拉丁人出城列阵的背景。
  2. ¦p.v.1p.351¦οὐδὲν ὧν εἶχον ἀφελόμενος — 关系代名词 ὧν 发生了吸引现象(attraction)。它本应作关系从句中 εἶχον 的直接宾语(中性复数宾格 ἅ),但由于先行词 τούτων(受剥夺动词 ἀφελόμενος 支配)被省略,从而被同化为了属格。
  3. ¦523¦ἐπιεικέστερον μᾶλλον ἢ φρονιμώτερον — 双重比较级结构,两个比较级形容词通过 μᾶλλον ἤ 连接,用于对比同一主体的两种性质的程度(“与其说是明智,不如说是宽大”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.38.1-3.38.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.38.1-3.38.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。