§3.32.1μετὰ δὲ τοῦτον τὸν πόλεμον ἕτερος ἀνέστη Ῥωμαίοις ἐκ τοῦ Σαβίνων ἔθνους, ἀρχὴ δὲ αὐτοῦ καὶ πρόφασις ἐγένετο τοιάδε·
この戦争の後、ローマ人に対してサビニ民族から別の戦争が勃発した。 その発端と口実は次のようであった。
ἱερόν ἐστι κοινῇ τιμώμενον ὑπὸ Σαβίνων τε καὶ Λατίνων ἅγιον ἐν τοῖς πάνυ θεᾶς Φερωνείας ὀνομαζομένης, ἣν οἱ μεταφράζοντες εἰς τὴν Ἑλλάδα γλῶσσαν οἱ μὲν Ἀνθοφόρον, οἱ δὲ Φιλοστέφανον, οἱ δὲ Φερσεφόνην καλοῦσιν·
サビニ人とラティウム人の双方から共同で崇められている、きわめて神聖な、フェロニアと呼ばれる女神の神殿がある。 彼女のことを、ギリシア語に翻訳する者たちのうち、ある者はアントポロス、ある者はピロステパノス、またある者はペルセポネと呼んでいる。
εἰς δὴ τὸ ἱερὸν τοῦτο συνῄεσαν ἐκ τῶν περιοίκων πόλεων κατὰ τὰς ἀποδεδειγμένας ἑορτὰς πολλοὶ μὲν εὐχὰς ἀποδιδόντες καὶ θυσίας τῇ θεῷ, πολλοὶ δὲ χρηματιούμενοι διὰ τὴν πανήγυριν ἔμποροί τε καὶ χειροτέχναι καὶ γεωργοί, ἀγοραί τε αὐτόθι λαμπρόταται τῶν ἐν ἄλλοις τισὶ τόποις τῆς Ἰταλίας ἀγομένων ἐγίνοντο.
この神殿には、定められた祝祭の際、周辺の都市から、多くの人々が女神に祈願を捧げ犠牲を供えるために集まり、また多くの商人や職人、農民たちが、市のために商いをしようと集まってきた。 そして、そこでは、イタリアの他のどの場所で開催されるものよりもきわめて盛大な市が開かれていた。
§3.32.2εἰς ταύτην δὲ τὴν πανήγυριν ἐλθόντας ποτὲ Ῥωμαίων ἄνδρας οὐκ ἀφανεῖς Σαβῖνοί τινες συναρπάσαντες ἔδησαν καὶ τὰ χρήματα ἀφείλοντο, πρεσβείας τε περὶ αὐτῶν ἀφικομένης οὐδὲν ἐβούλοντο τῶν δικαίων ποιεῖν, ἀλλὰ καὶ τὰ σώματα καὶ τὰ χρήματα τῶν συλληφθέντων κατεῖχον ἐγκαλοῦντες καὶ αὐτοὶ Ῥωμαίοις, ὅτι τοὺς Σαβίνων φυγάδας ὑπεδέχοντο κατασκευάσαντες ἄσυλον ἱερόν, ὑπὲρ ὧν ἐν §3.32.3τῷ πρὸ τούτου λόγῳ δεδήλωταί μοι.
あるとき、この市にやって来たローマのしかるべき地位にある人々を、何人かのサビニ人が捕らえて縛り上げ、その財産を奪った。 これに関して使節が到着したときにも、彼らは一切の正当な要求に応じようとせず、それどころか、捕らえられた者たちの身柄も財産も留め置き、自らもローマ人に対して、サビニ人の亡命者たちを庇護の神殿を設けて受け入れていると非難した。 これらについては、これより前の叙述において私は明らかにしておいた。
ἐκ τούτων δὴ τῶν ἐγκλημάτων εἰς πόλεμον καταστάντες ἐξῄεσαν εἰς ὕπαιθρον ἀμφότεροι δυνάμεσι πολλαῖς, γίνεταί τε αὐτῶν ἐκ παρατάξεως ἀγών·
このような互いの告発から戦争状態に陥り、双方は大軍を率いて野戦に出撃し、陣列を整えての戦闘が行われた。
διέμενον γὰρ ἀγχωμάλως ἀγωνιζόμενοι καὶ διελύθησαν ὑπὸ τῆς νυκτὸς ἀμφίλογον καταλιπόντες τὸ νίκημα.
彼らは互角に戦い続け、勝敗を曖昧にしたまま夜によって引き分けられた。
ταῖς δʼ ἑξῆς ἡμέραις μαθόντες ἀμφότεροι τῶν τε ἀπολωλότων καὶ τῶν τραυματιῶν τὸ πλῆθος οὐκέτι πεῖραν ἐβούλοντο ἑτέρου λαβεῖν ἀγῶνος, ἀλλʼ ἐκλιπόντες τοὺς χάρακας ἀπῄεσαν·
その翌日以降、双方は死者や負傷者の多さを知ると、もはや新たな戦闘の試みを望まず、陣営を捨てて立ち去った。
§3.32.4καὶ διαλιπόντες τὸν ἐνιαυτὸν ἐκεῖνον πάλιν ἐξῄεσαν ἐπʼ ἀλλήλους μείζονας παρασκευασάμενοι δυνάμεις, γίνεταί τε αὐτῶν περὶ πόλιν Ἠρητὸν ἀπὸ σταδίων ἑξήκοντα καὶ ἑκατὸν τῆς Ῥώμης ἀγών, ἐν ᾧ πολλοὺς μὲν ἀμφοτέρων συνέβη πεσεῖν·
そしてその一年をやり過ごした後、さらに大きな軍勢を準備して再び互いに向かって出撃し、ローマから160スタディオンのところにあるエレトゥムという都市の近くで彼らの戦闘が行われた。 その戦闘では、双方の多くの者が倒れることとなった。
ἰσορρόπου δὲ κἀκείνης τῆς μάχης ἐπὶ πολὺν χρόνον διαμενούσης ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας ὁ Τύλλος εὔξατο τοῖς θεοῖς, ἐὰν νικήσῃ τῇ τόθʼ ἡμέρᾳ Σαβίνους, Κρόνου τε καὶ Ῥέας καταστήσεσθαι δημοτελεῖς ἑορτάς, ἃς ἄγουσι Ῥωμαῖοι καθʼ ἕκαστον ἐνιαυτὸν ὅταν ἅπαντας τοὺς ἐκ γῆς συγκομίσωσι καρπούς, καὶ τὸν τῶν Σαλίων καλουμένων διπλασιάσειν ἀριθμόν.
その戦いもまた長い間伯仲していたが、トゥッルスは天に両手を広げて神々に祈願し、もしその日にサビニ人に勝利したならば、サトゥルヌスとレアーの公的な祝祭を制定すること、それはローマ人が毎年、地からすべての収穫を刈り入れたときに行うものであるが、またサリイと呼ばれる者たちの数を倍にすることを誓った。
οὗτοι δʼ εἰσὶ πατέρων εὐγενῶν ἐνοπλίους ὀρχήσεις κινούμενοι πρὸς αὐλὸν ἐν τοῖς καθήκουσι χρόνοις καὶ ὕμνους τινὰς ᾅδοντες πατρίους, ὡς ἐν τῷ προτέρῳ §3.32.5δεδήλωκα λόγῳ.
彼らは名門の父親から生まれた者たちで、しかるべき時期にフルートに合わせて武装踊りを舞い、祖伝の賛歌を歌う者たちであり、それについては前の叙述で私が明らかにした通りである。
μετὰ δὲ τὴν εὐχὴν ταύτην θάρσος τι καταλαμβάνει τοὺς Ῥωμαίους καὶ ὥσπερ ἀκμῆτες εἰς κάμνοντας ὠσάμενοι διασπῶσι τὰς τάξεις αὐτῶν περὶ δείλην ὀψίαν ἤδη καὶ ἀναγκάζουσι τοὺς πρωτοστάτας ἄρξαι φυγῆς, ἀκολουθήσαντές τε αὐτοῖς φεύγουσιν ἐπὶ τὸν χάρακα καὶ περὶ τὰς τάφρους πολλῷ πλείονας καταβαλόντες, οὐδʼ οὕτως ἀπετράποντο, ἀλλὰ παραμείναντες τὴν ἐπιοῦσαν νύκτα καὶ τοὺς ἀπὸ τοῦ ἐρύματος μαχομένους ἀνείρξαντες ἐκράτησαν τῆς παρεμβολῆς.
この祈願の後、ローマ人にはある種の勇気が湧き起こり、あたかも疲れていない者たちが疲弊した者たちへと突進するように、すでに遅い午後になって彼らの陣列を突破し、最前列の者たちに敗走を始めさせた。 そして、逃げる彼らを追って陣営まで進み、堀の周りでさらに多くの者を倒したが、それでもなお引き返すことはなく、その夜をその場に留まって過ごし、防壁から戦う者たちを退けて、陣営を制圧した。
§3.32.6μετὰ δὲ τοῦτο τὸ ἔργον· ὅσην ἐβούλοντο τῆς τῶν Σαβίνων λεηλατήσαντες, ὡς οὐδεὶς αὐτοῖς οὐκέτι περὶ τῆς χώρας ἐξῄει μαχησόμενος, ἀπῄεσαν ἐπʼ οἴκου.
この戦闘の後、サビニ人の土地を望む限り略奪し、もはや彼らに対してその土地を巡って戦いに出る者が誰もいなくなったため、彼らは帰路についた。
ἀπὸ ταύτης τῆς μάχης τὸν τρίτον κατήγαγε θρίαμβον ὁ βασιλεύς, καὶ μετʼ οὐ πολὺ πρεσβευσαμένοις τοῖς Σαβίνοις καταλύεται τὸν πόλεμον αἰχμαλώτους τε παρʼ αὐτῶν κομισάμενος, οὓς ἐτύγχανον εἰληφότες ἐν ταῖς προνομαῖς, καὶ αὐτομόλους βοσκημάτων τε καὶ ὑποζυγίων καὶ τῶν ἄλλων χρημάτων ὅσα τοὺς γεωργοὺς ἀφείλοντο, ἣν ἔταξεν ἡ βουλὴ τῶν Ῥωμαίων ζημίαν τιμησαμένη τὰς βλάβας πρὸς ἀργύριον, ἀναπράξας.
この戦闘により、王は三度目の凱旋式を挙行した。 そして間もなく、サビニ人が使節を派遣してきたため、彼は、彼らが略奪の際に捕らえていた捕虜や逃亡兵を取り戻し、また家畜や荷役獣、その他農民たちから奪い取ったすべての財産の代わりに、ローマ元老院が損害を金銭に換算して科した賠償金を徴収した上で、戦争を終結させた。