Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §3.19.1-3.19.6

三つ子兄弟による死闘の展開と最初の犠牲

187 / 962 箇所 · ギリシア語

要旨

三対三の決闘が始まると、両軍の観客は一喜一憂しながら戦いを見守る。アルバ人の最長老がまずローマ人の一人を討ち取るが、生き残ったローマ人がそのアルバ人を討ち果たし、さらに続くアルバ人の兄弟との間で凄惨な死闘が繰り広げられる。

§3.19.1τέως μὲν οὖν ἡσυχία τε καὶ σιγὴ κατεῖχεν ἀμφοτέρας τὰς δυνάμεις·
しばらくの間は、静寂と沈黙が両軍を支配していた。
ἔπειτα ἀναβοήσεις τε ἀθρόαι παρʼ ἀμφοτέρων αὐτῶν ἐγίνοντο καὶ παρακελεύσεις τοῖς μαχομένοις ἐναλλὰξ εὐχαί τε καὶ οἰμωγαὶ καὶ παντὸς ἄλλου πάθους ἐναγωνίου φωναὶ συνεχεῖς, αἱ μὲν πρὸς τὰ δρώμενά τε καὶ ὁρώμενα ὑφʼ ἑκατέρων, §3.19.2αἱ δὲ πρὸς τὰ μέλλοντά τε καὶ ὑποπτευόμενα·
その後、双方の陣営から一斉の叫び声、そして戦う者たちへの代わる代わるの励まし、祈りと嘆き、そしてあらゆる戦いの切迫した感情から来る絶え間ない叫びが生じた。 それらの一部は双方によってなされ、かつ目撃されている事態に対するものであり、他のものは、これから起こるであろうと推測される事態に対するものであった。
καὶ ἦν πλείω τὰ εἰκαζόμενα τῶν γινομένων.
そして、推測される事象は実際に起きている事象よりも多かった。
ἥ τε γὰρ ὄψις ἐκ πολλοῦ διαστήματος γινομένη πολὺ τὸ ἀσαφὲς εἶχε, καὶ τὸ πρὸς τοὺς οἰκείους ἀγωνιστὰς ἑκάστοις συμπαθὲς ἐπὶ το βεβουλημένον ἐλάμβανε τὰ πρασσόμενα, αἵ τε συνεχεῖς τῶν μαχομένων ἐπεμβάσεις καὶ ὑπαναχωρήσεις καὶ εἰς τὸ ἀντίπαλον αὖθις ἀντιμεταστάσεις πολλαὶ καὶ ἀγχίστροφοι γινόμεναι τὸ ἀκριβὲς τῆς γνώμης ἀφῃροῦντο·
というのも、遠く離れた距離からの視覚はきわめて不鮮明であり、各自が身内の戦士たちに対して抱く同情心が、起きている出来事を自分の望む方向へと解釈させたからである。 また、戦闘員たちの絶え間ない前進や後退、そして敵対する位置への頻繁で素早い位置転換が、正確な判断を奪っていた。
καὶ ταῦτα ἐπὶ πολὺν ἐγίνετο χρόνον.
そして、このような状態が長い間続いた。
§3.19.3ῥώμην τε γὰρ σώματος ἔτυχον ὁμοίαν ἔχοντες ἑκάτεροι καὶ τὸ γενναῖον τῆς ψυχῆς ἰσόρροπον ὅπλοις τε καλλίστοις ἐσκεπασμένοι τὰ σώματα ὅλα καὶ γυμνὸν οὐδὲν ἀπολιπόντες μέρος ὅ τι καὶ τρωθὲν ὀξεῖαν ἔμελλεν οἴσειν τὴν τελευτήν, ὥστε πολλοὶ Ῥωμαίων τε καὶ Ἀλβανῶν ἐκ τοῦ φιλονεικεῖν τε καὶ συμπαθεῖν τοῖς σφετέροις ἔλαθον αὑτοὺς τὸ τῶν κινδυνευόντων μεταλαβόντες πάθος ἀγωνισταί τε μᾶλλον ἐβούλοντο ἢ θεαταὶ τῶν, δρωμένων γεγονέναι.
というのも、双方は同じような肉体の強靭さと、等しく拮抗した魂の気高さを有しており、最も見事な武具によって全身が覆われていて、傷つけば速やかな死をもたらすようなむき出しの箇所はどこにも残されていなかったからである。 そのため、ローマ人とアルバ人の多くは、自らの側の者たちと競い合い同情するあまり、自分自身が危険に瀕している者たちの感情を分かち合っていることに気づかず、行われていることの観客であるよりもむしろ、戦闘員となることを望むほどであった。
§3.19.4ὀψὲ δʼ οὖν ποτε ὁ πρεσβύτατος τῶν Ἀλβανῶν τῷ πρὸς αὐτὸν ἀντιτεταγμένῳ συμπλέκεται παίων τε καὶ παιόμενος ἄλλας ἐπʼ ἄλλαις πληγὰς καί πως τυγχάνει τοῦ Ῥωμαίου διὰ βουβῶνος ἐνέγκας τὸ ξίφος.
ついにようやく、アルバ人の最長老が、自らに対峙する相手と組み合い、打ちつ打たれつ、次々と打撃を加え、どうにかローマ人の鼠径部(そけいぶ)に剣を突き刺すことに成功した。
ὁ δὲ τοῖς τε ἄλλοις τραύμασι κεκαρωμένος ἤδη καὶ τὴν τελευταίαν πληγὴν θανατηφόρον ἔχων ὑπολυθέντων τῶν μελῶν καταρρυεὶς ἀποθνήσκει.
ローマ人はすでに他の傷で朦朧としており、最後の致命的な一撃を受けて、手足の力が抜けて倒れ、息絶えた。
§3.19.5ὡς δὲ τοῦτʼ εἶδον οἱ θεαταὶ τῆς μάχης ἅμα πάντες ἀνεβόησαν, Ἀλβανοὶ μὲν ὡς νικῶντες ἤδη, Ῥωμαῖοι δʼ ὡς κρατούμενοι.
戦いの見物人たちがこれを見るや、全員が一斉に叫び声を上げた。 アルバ人はすでに勝利したかのように叫び、ローマ人は敗北したかのように叫んだ。
τοὺς γὰρ δὴ σφετέρους δύο τοῖς τρισὶν Ἀλβανοῖς εὐκατεργάστους ὑπελάμβανον γενήσεσθαι.
というのも、ローマ人たちは、自らの側の生き残った二人では、三人のアルバ人に容易に仕留められるだろうと考えたからである。
ἐν ᾧ δʼ ἐγίνετο ταῦτα, ὁ παρασπίζων τῷ πεσόντι Ῥωμαῖος ὁρῶν ἐπὶ τῷ κατορθώματι περιχαρῆ τὸν Ἀλβανὸν ὠθεῖται ταχὺς ἐπʼ αὐτὸν καὶ πολλὰ μὲν τραύματα δούς, πολλὰ δὲ αὐτὸς λαβὼν τυγχάνει πως κατὰ τῆς σφαγῆς αὐτοῦ §3.19.6βάψας τὸ ξίφος καὶ διαχρησάμενος.
このようなことが起きている間に、倒れた者の隣を護衛していたローマ人は、勝利に歓喜しているアルバ人を見て、素早く彼に突進し、多くの傷を負わせ、また自らも多くを負いながらも、どうにか彼の喉もとに剣を深く突き刺して息の根を止めた。
μεταβαλούσης δὲ τῆς τύχης ἐν ὀλίγῳ τά τε τῶν ἀγωνιζομένων ἔργα καὶ τὰ τῶν θεωμένων πάθη, καὶ Ῥωμαίων μὲν ἀναθαρρησάντων ἐκ τῆς πρότερον κατηφείας, Ἀλβανῶν δὲ ἀφῃρημένων τὸ χαῖρον, ἑτέρα πάλιν ἀντιπνεύσασα τοῖς τῶν Ῥωμαίων κατορθώμασι τύχη τούτων μὲν ἐταπείνωσε τὰς ἐλπίδας, τὰ δὲ τῶν πολεμίων φρονήματα ἐπῆρεν.
運命は短時間のうちに、戦う者たちの働きも、観る者たちの感情も一変させた。 ローマ人はそれまでの消沈から再び勇気を得たのに対し、アルバ人は喜びを奪われたが、今度はまた別の運命がローマ人の成功に対して逆風となり、彼らの希望を挫き、敵の士気を高めた。
τοῦ γὰρ Ἀλβανοῦ πεσόντος ὁ τὴν πλησίον αὐτοῦ ἔχων στάσιν ἀδελφὸς συμπλέκεται τῷ καταβαλόντι, καὶ τυγχάνουσιν ἀμφότεροι κατὰ τὸν αὐτὸν χρόνον πληγὰς ἐξαισίους ἐξενέγκαντες κατʼ ἀλλήλων, ὁ μὲν Ἀλβανὸς τοῦ Ῥωμαίου κατὰ τοῦ μεταφρένου καὶ μέχρι τῶν σπλάγχνων βάψας τὸ ξίφος, ὁ δὲ Ῥωμαῖος ὑπελθὼν τὴν προβολὴν τοῦ πολεμίου καὶ τῶν ἰγνυῶν τὴν ἑτέραν ὑποτεμών.
というのも、そのアルバ人が倒れると、彼の隣に陣取っていた兄弟が、彼を倒したローマ人に組みかかり、双方が同時に互いに対して恐るべき打撃を与え合ったからである。 アルバ人はローマ人の背中から内臓に達するまで剣を突き刺し、ローマ人は敵の防御をくぐり抜けて、その膝の裏の片方を切り裂いたのである。

語釈・文法注

  1. 3.19.1αἱ μὲν πρὸς τὰ δρώμενά τε καὶ ὁρώμενα ὑφʼ ἑκατέρων — αἱ μέν は、前文の φωνοί(叫び声、女性複数名詞)を指す関係代名詞的な用法。πρός は対象(〜に対する)を表し、ὑφʼ ἑκατέρων(双方によって)は受動分詞 δρώμενα および ὁρώμενα の行為者を示す。
  2. 3.19.2τὸ πρὸς τοὺς οἰκείους ἀγωνιστὰς ἑκάστοις συμπαθὲς ἐπὶ τὸ βεβουλημένον ἐλάμβανε τὰ πρασσόμενα — 主語は中性形容詞が名詞化した τὸ ... συμπαθές(同情心)。ἑκάστοις(各自にとって)は関係の与格。ἐπὶ τὸ βεβουλημένον(望む方向へ)は結果を表し、λαμβάνω(受け取る、解釈する)と組み合わさって、目的格 τὰ πρασσόμενα(起きている事態)を主観的に解釈することを意味する。
  3. 3.19.3ἔλαθον αὑτοὺς τὸ τῶν κινδυνευόντων μεταλαβόντες πάθος — λανθάνω + 分詞 + 再帰代名詞対格(αὑτούς)の構文で、「自分自身が気づかないうちに〜する」という慣用表現。ここでは分詞 μεταλαβόντες(共有する)が使われ、その目的語が τὸ ... πάθος である。
  4. 3.19.5τοὺς γὰρ δὴ σφετέρους δύο τοῖς τρισὶν Ἀλβανοῖς εὐκατεργάστους ὑπελάμβανον γενήσεσθαι — 主動詞 ὑπελάμβανον(彼らは考えていた)に対する対格不定詞構文。不定詞の意味上の主語は τοὺς σφετέρους δύο(自分たちの側の二人が)で、γενήσεσθαι(〜になるだろうと)に続く。εὐκατεργάστους は述語形容詞、τοῖς τρισὶν Ἀλβανοῖς は難易を表す形容詞にかかる行為者の与格。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §3.19.1-3.19.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.19.1-3.19.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。