Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.19.1-3.19.6

三胞胎之间的死斗与最初的阵亡

第 187 段,共 962 段 · 希腊语

内容简介

三对三的决斗开始后,双方观众紧张地关注着战况。阿尔巴方的长兄首先击杀了罗马的一名战士,但随后的罗马战士迅速杀死了该阿尔巴人报仇,紧接着又与另一个阿尔巴兄弟陷入惨烈搏杀,双方均受重创。

§3.19.1τέως μὲν οὖν ἡσυχία τε καὶ σιγὴ κατεῖχεν ἀμφοτέρας τὰς δυνάμεις· ἔπειτα ἀναβοήσεις τε ἀθρόαι παρʼ ἀμφοτέρων αὐτῶν ἐγίνοντο καὶ παρακελεύσεις τοῖς μαχομένοις ἐναλλὰξ εὐχαί τε καὶ οἰμωγαὶ καὶ παντὸς ἄλλου πάθους ἐναγωνίου φωναὶ συνεχεῖς, αἱ μὲν πρὸς τὰ δρώμενά τε καὶ ὁρώμενα ὑφʼ ἑκατέρων, §3.19.2αἱ δὲ πρὸς τὰ μέλλοντά τε καὶ ὑποπτευόμενα·
起初,静寂与沉默支配着双方的军队;接着,双方阵营中同时爆发出了呼喊声,对战斗者的轮番鼓励、祈祷与哀叹,以及伴随着各种紧张情绪的连续不断的呼喊声,其中一些是针对双方正在做和看到的事情,另一些则是针对未来和预料中的事情;而人们猜测的比实际发生的还要多。
καὶ ἦν πλείω τὰ εἰκαζόμενα τῶν γινομένων. ἥ τε γὰρ ὄψις ἐκ πολλοῦ διαστήματος γινομένη πολὺ τὸ ἀσαφὲς εἶχε, καὶ τὸ πρὸς τοὺς οἰκείους ἀγωνιστὰς ἑκάστοις συμπαθὲς ἐπὶ το βεβουλημένον ἐλάμβανε τὰ πρασσόμενα, αἵ τε συνεχεῖς τῶν μαχομένων ἐπεμβάσεις καὶ ὑπαναχωρήσεις καὶ εἰς τὸ ἀντίπαλον αὖθις ἀντιμεταστάσεις πολλαὶ καὶ ἀγχίστροφοι γινόμεναι τὸ ἀκριβὲς τῆς γνώμης ἀφῃροῦντο· καὶ ταῦτα ἐπὶ πολὺν ἐγίνετο χρόνον.
因为从极远的距离观看,视觉带有很大的模糊性,而且每个人对自身阵营战斗者的同情,使他们倾向于按照自己的期望来解读所发生的事情,加上战斗者们不断的推进、撤退以及频繁且迅速的对峙位置转换,夺走了人们准确判断的能力;这种情况持续了很长时间。
§3.19.3ῥώμην τε γὰρ σώματος ἔτυχον ὁμοίαν ἔχοντες ἑκάτεροι καὶ τὸ γενναῖον τῆς ψυχῆς ἰσόρροπον ὅπλοις τε καλλίστοις ἐσκεπασμένοι τὰ σώματα ὅλα καὶ γυμνὸν οὐδὲν ἀπολιπόντες μέρος ὅ τι καὶ τρωθὲν ὀξεῖαν ἔμελλεν οἴσειν τὴν τελευτήν, ὥστε πολλοὶ Ῥωμαίων τε καὶ Ἀλβανῶν ἐκ τοῦ φιλονεικεῖν τε καὶ συμπαθεῖν τοῖς σφετέροις ἔλαθον αὑτοὺς τὸ τῶν κινδυνευόντων μεταλαβόντες πάθος ἀγωνισταί τε μᾶλλον ἐβούλοντο ἢ θεαταὶ τῶν, δρωμένων γεγονέναι.
因为他们碰巧拥有相似的体魄和同样均衡的崇高灵魂,且全身都覆有极精美的盔甲,没有留下任何一旦受伤就会带来迅速死亡的裸露部位,以致于许多罗马人和阿尔巴人由于对自己人的争胜与同情,不知不觉中感同身受地体会到了身处险境者的痛苦,更希望自己成为战斗者,而不是眼前发生之事的观众。
§3.19.4ὀψὲ δʼ οὖν ποτε ὁ πρεσβύτατος τῶν Ἀλβανῶν τῷ πρὸς αὐτὸν ἀντιτεταγμένῳ συμπλέκεται παίων τε καὶ παιόμενος ἄλλας ἐπʼ ἄλλαις πληγὰς καί πως τυγχάνει τοῦ Ῥωμαίου διὰ βουβῶνος ἐνέγκας τὸ ξίφος.
终于,阿尔巴人中最年长的一位与对峙的对手扭打在一起,互相击打,接连重击,并且不知怎的,他的剑正好刺中了罗马人的腹股沟。
ὁ δὲ τοῖς τε ἄλλοις τραύμασι κεκαρωμένος ἤδη καὶ τὴν τελευταίαν πληγὴν θανατηφόρον ἔχων ὑπολυθέντων τῶν μελῶν καταρρυεὶς ἀποθνήσκει.
那名罗马人此前已被其他伤口打得昏迷,又承受了这致命的最后一击,肢体酥软,倒地而亡。
§3.19.5ὡς δὲ τοῦτʼ εἶδον οἱ θεαταὶ τῆς μάχης ἅμα πάντες ἀνεβόησαν, Ἀλβανοὶ μὲν ὡς νικῶντες ἤδη, Ῥωμαῖοι δʼ ὡς κρατούμενοι.
当战斗的观众看到这一幕时,所有人同时高呼起来,阿尔巴人仿佛已经获胜,而罗马人则仿佛已被击败。
τοὺς γὰρ δὴ σφετέρους δύο τοῖς τρισὶν Ἀλβανοῖς εὐκατεργάστους ὑπελάμβανον γενήσεσθαι.
因为他们确实认为,己方剩下的两人很容易就会被三个阿尔巴人消灭。
ἐν ᾧ δʼ ἐγίνετο ταῦτα, ὁ παρασπίζων τῷ πεσόντι Ῥωμαῖος ὁρῶν ἐπὶ τῷ κατορθώματι περιχαρῆ τὸν Ἀλβανὸν ὠθεῖται ταχὺς ἐπʼ αὐτὸν καὶ πολλὰ μὲν τραύματα δούς, πολλὰ δὲ αὐτὸς λαβὼν τυγχάνει πως κατὰ τῆς σφαγῆς αὐτοῦ §3.19.6βάψας τὸ ξίφος καὶ διαχρησάμενος.
正当这些事情发生时,站在倒下者身旁的罗马人,看到那个因成功而欣喜若狂的阿尔巴人,便迅速向他冲去,在给予对方多处创伤、自己也承受了许多伤势的同时,不知怎的正好在对方的喉咙处刺入了剑刃,结果了他的生命。
μεταβαλούσης δὲ τῆς τύχης ἐν ὀλίγῳ τά τε τῶν ἀγωνιζομένων ἔργα καὶ τὰ τῶν θεωμένων πάθη, καὶ Ῥωμαίων μὲν ἀναθαρρησάντων ἐκ τῆς πρότερον κατηφείας, Ἀλβανῶν δὲ ἀφῃρημένων τὸ χαῖρον, ἑτέρα πάλιν ἀντιπνεύσασα τοῖς τῶν Ῥωμαίων κατορθώμασι τύχη τούτων μὲν ἐταπείνωσε τὰς ἐλπίδας, τὰ δὲ τῶν πολεμίων φρονήματα ἐπῆρεν.
命运在极短的时间内改变了战斗者的作为和观众的情感,罗马人从先前的沮丧中重新振作起来,而阿尔巴人则被夺去了喜悦,但接着,又一次与罗马人的胜利相抗衡的命运吹来,降低了他们的希望,并抬高了敌人的士气。
τοῦ γὰρ Ἀλβανοῦ πεσόντος ὁ τὴν πλησίον αὐτοῦ ἔχων στάσιν ἀδελφὸς συμπλέκεται τῷ καταβαλόντι, καὶ τυγχάνουσιν ἀμφότεροι κατὰ τὸν αὐτὸν χρόνον πληγὰς ἐξαισίους ἐξενέγκαντες κατʼ ἀλλήλων, ὁ μὲν Ἀλβανὸς τοῦ Ῥωμαίου κατὰ τοῦ μεταφρένου καὶ μέχρι τῶν σπλάγχνων βάψας τὸ ξίφος, ὁ δὲ Ῥωμαῖος ὑπελθὼν τὴν προβολὴν τοῦ πολεμίου καὶ τῶν ἰγνυῶν τὴν ἑτέραν ὑποτεμών.
因为在那名阿尔巴人倒下时,站在他旁边局部的兄弟便与击倒他的罗马人扭打在一起,两人碰巧在同一时间向对方施加了惊人的重击,阿尔巴人将剑刺入罗马人的后背直达内脏,而罗马人则避开敌人的防守,砍断了对方的一侧膝腘。

词汇与语法注释

  1. 3.19.1αἱ μὲν πρὸς τὰ δρώμενά τε καὶ ὁρώμενα ὑφʼ ἑκατέρων — αἱ μέν 指代前句中的 φωνί(呼喊声,阴性复数)。前置词 πρός 表示对象(针对……),而 ὑφʼ ἑκατέρων(被双方)则是被动分词 δρώμενα 与 ὁρώμενα 的施事者。
  2. 3.19.2τὸ πρὸς τοὺς οἰκείους ἀγωνιστὰς ἑκάστοις συμπαθὲς ἐπὶ τὸ βεβουλημένον ἐλάμβανε τὰ πρασσόμενα — 主语是中性形容词名词化的 τὸ ... συμπαθές(同情心)。ἑκάστοις(对每个人而言)是关系与格。ἐπὶ τὸ βεβουλημένον(朝向所期望的方向)表示方向或结果,与动词 λαμβάνω(接受、理解)连用,意为将宾语 τὰ πρασσόμενα(正在发生的事)做主观的解读。
  3. 3.19.3ἔλαθον αὑτοὺς τὸ τῶν κινδυνευόντων μεταλαβόντες πάθος — 这是 λανθάνω 连用分词及反身代词宾格(αὑτούς)的句型,表示惯用语“自己不知不觉地做某事”。此处使用了分词 μεταλαβόντες(分享、分担),其宾语为 τὸ ... πάθος。
  4. 3.19.5τοὺς γὰρ δὴ σφετέρους δύο τοῖς τρισὶν Ἀλβανοῖς εὐκατεργάστους ὑπελάμβανον γενήσεσθαι — 由主动词 ὑπελάμβανον(他们认为)引导的带介词宾格的不定式结构。不定式的逻辑主语是 τοὺς σφετέρους δύο(己方剩下的两人),与将来时不定式 γενήσεσθαι(将成为……)连用。εὐκατεργάστους 是表语形容词,而 τοῖς τρισὶν Ἀλβανοῖς 是修饰该形容词的施事与格。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.19.1-3.19.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.19.1-3.19.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。