§20.9.1ὅτι ἀμηχανοῦντα τὸν Πύρρον καὶ πόρους παντοδαποὺς ἐπιζητοῦντα ὁρῶντες οἱ κάκιστοι καὶ ἀνοσιώτατοι τῶν φίλων, Εὐήγορος Θεοδώρου καὶ Βάλακρος Νικάνδρου καὶ Δείναρχος Νικίου, τῶν ἀθέων καὶ ἐξαγίστων δογμάτων ζηλωταί, πόρον ὑποτίθενται χρημάτων ἀνοσίων, τοὺς ἱεροὺς ἀνοῖξαι τῆς Περσεφόνης θησαυρούς.
ピュロスが途方に暮れ、あらゆる種類の資金調達の途を模索しているのを見て、彼の友人たちのうちで最も邪悪かつ不信心な者たち、すなわち無神論的で邪悪な教理の信奉者であるテオドロスの男エウエゴロス、ニカンドロスの男バラクロス、ニキアスの男デイナルコスが、不神聖な資金調達の途、すなわちペルセポネの神聖な宝庫を暴くことを提案したこと。
§20.9.2ἦν γὰρ ἱερὸν ἐν τῇ πόλει ταύτῃ ἅγιον καὶ πολὺν χρυσὸν ἐκ παντὸς τοῦ χρόνου πεφυλαγμένον ἄθικτον ἔχον, ἐν ᾧ χρυσός τις ἄβυσσος, ἀόρατος τοῖς πολλοῖς κατὰ γῆς κείμενος.
というのも、この都市には、あらゆる時代を通じて不可侵のものとして保管されてきた多くの金を有する聖なる神殿があり、その中には、多くの者には見えず、地中に置かれた、底知れぬほどの金が存在していたからである。
ὑπὸ τούτων ἐξαπατηθεὶς τῶν κολάκων καὶ διὰ τὴν ἀνάγκην κρείττονα παντός, τοῖς εἰσηγησαμένοις τὴν γνώμην ἀνδράσι διακόνοις τῆς ἱεροσυλίας ἐχρήσατο, καὶ τὸν ἐξελαθέντα χρυσὸν ἐκ τοῦ ἱεροῦ ναυσὶν ἐνθέμενος μετὰ τῶν ἄλλων χρημάτων ἀπέστειλεν εἰς Τάραντα πολλῆς μεστὸς εὐθυμίας γενόμενος.
これらのお世辞者たちに騙され、また何よりも強い必要性に迫られて、ピュロスは、この案を提案した男たちを神殿略奪の実行役として用い、神殿から運び出された金を船に載せ、他の資金と共にタレントゥムへと送り、大いに意気揚々となった。
ετ συιδας ς. ϝ. Πύρρος.
そして『スイダス』の『ピュロス』の項[にもこうある]。
ἡ δὲ δικαία πρόνοια τὴν αὑτῆς δύναμιν ἀπεδείξατο.
しかし、正義なる摂理はその力を示した。
ὡς γὰρ ἀνήχθησαν αἱ νῆες ἀπὸ τοῦ λιμένος, τὴν μὲν ἀπόγειον αὖραν λαβοῦσαι προέκοψαν· ἄνεμος δʼ ἐναντίος γενόμενος καὶ διʼ ὅλης νυκτὸς κατασχὼν ἃς μὲν κατέκλυσεν, ἃς δʼ εἰς τὸν τῆς Σικελίας πορθμὸν ἐξέβαλεν, ἐν αἷς δὲ παρεκομίζετο τὰ ἀναθήματα καὶ ὁ προσενεχθεὶς ἐκ τῶν ἀναθημάτων χρυσὸς ἐπὶ τοὺς Λοκροὺς ἐξώκειλεν αἰγιαλούς·
というのも、船が港から出航すると、陸風を受けて最初は前進したものの、逆風が生じて一晩中吹き荒れたため、ある船は沈没し、ある船はシケリアの海峡へと押し流された。 そして、奉納品と、その奉納品から取り出された金が運ばれていた船は、ロクロイの海岸へと漂着した。
καὶ τοὺς μὲν πλέοντας ἐν αὐταῖς ἐν τῇ παλιρροίᾳ τῶν κυμάτων κατακλυζομένους διέφθειρε, τὰ δʼ ἱερὰ χρήματα διασπασθεισῶν τῶν νεῶν ἐπὶ τὰς ἔγγιστα τῶν Λοκρῶν θῖνας ἐξέβρασεν.
そして、それらの船に乗って航海していた者たちを、波の引き潮の中に沈めて滅ぼし、神聖な資金は、船が難破したことで、ロクロイの最も近くの砂浜へと打ち上げられたのである。
§20.9.3ὁ δὲ βασιλεὺς καταπλαγεὶς ἅπαντα τὸν κόσμον καὶ τοὺς θησαυροὺς ἀπέδωκε τῇ θεῷ ὡς παραιτησόμενος αὐτῆς διὰ τοῦτο τὸν χόλον·
王は恐怖に慄き、すべての装飾品と宝物を女神に返還した。 これによって彼女の怒りを宥めようとしたのである。
νήπιος, οὐδὲ τὸ ᾔδει, ὃ οὐ πείσεσθαι ἔμελλεν.
愚か者よ、彼は、自分が聞き入れられないであろうという、そのことすら知らなかったのだ。
οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων, §20.9.4ὡς Ὁμήρῳ εἴρηται.
「常にまします神々の御心は、たちまちに変わるものではないのだから」と、ホメロスによって言われている通りである。
ἀλλʼ ἐπειδὴ τῶν ἱερῶν ἐτόλμησεν ἅψασθαι χρημάτων καὶ πόρον ὑποθέσθαι πολέμων, ἀνόνητον ἐποίησε τὴν ἔννοιαν αὐτοῦ τὸ δαιμόνιον, ἵνα παράδειγμα καὶ παίδευμα πᾶσιν ἀνθρώποις γένοιτο τοῖς μεθʼ ἑαυτόν.
しかし、彼が神聖な資金に手を触れ、戦争の資金に充てようと企てたため、神意は彼の目論見を無益なものとした。 彼以降のすべての人々に対する見せしめとし、教訓とするために。