§20.9.1ὅτι ἀμηχανοῦντα τὸν Πύρρον καὶ πόρους παντοδαποὺς ἐπιζητοῦντα ὁρῶντες οἱ κάκιστοι καὶ ἀνοσιώτατοι τῶν φίλων, Εὐήγορος Θεοδώρου καὶ Βάλακρος Νικάνδρου καὶ Δείναρχος Νικίου, τῶν ἀθέων καὶ ἐξαγίστων δογμάτων ζηλωταί, πόρον ὑποτίθενται χρημάτων ἀνοσίων, τοὺς ἱεροὺς ἀνοῖξαι τῆς Περσεφόνης θησαυρούς.
[史书记载]看到皮洛士陷入困境并寻求各种资金来源,他的朋友中最邪恶、最不敬神的人——塞奥多罗斯之子埃乌埃戈罗斯、尼坎德罗斯之子巴拉克罗斯以及尼基亚斯之子德伊纳尔科斯(这些无神且邪恶教条的信奉者),向他建议了一条不义的财源:开启珀耳塞福涅的神圣宝库。
§20.9.2ἦν γὰρ ἱερὸν ἐν τῇ πόλει ταύτῃ ἅγιον καὶ πολὺν χρυσὸν ἐκ παντὸς τοῦ χρόνου πεφυλαγμένον ἄθικτον ἔχον, ἐν ᾧ χρυσός τις ἄβυσσος, ἀόρατος τοῖς πολλοῖς κατὰ γῆς κείμενος.
因为在这座城市里有一座神圣的庙宇,存有自古以来未被触动的大量黄金,其中有某种深不可测的黄金,在地下埋藏,不为大多数人所见。
ὑπὸ τούτων ἐξαπατηθεὶς τῶν κολάκων καὶ διὰ τὴν ἀνάγκην κρείττονα παντός, τοῖς εἰσηγησαμένοις τὴν γνώμην ἀνδράσι διακόνοις τῆς ἱεροσυλίας ἐχρήσατο, καὶ τὸν ἐξελαθέντα χρυσὸν ἐκ τοῦ ἱεροῦ ναυσὶν ἐνθέμενος μετὰ τῶν ἄλλων χρημάτων ἀπέστειλεν εἰς Τάραντα πολλῆς μεστὸς εὐθυμίας γενόμενος.
皮洛士被这些谄媚者所欺骗,又由于迫于强于一切的需要,他任用了提出这一建议的男人们作为掠夺神庙的执行者,将从神庙中取出的黄金装上船只,与其他财宝一同运往塔兰托,心中充满了极大的宽慰。
ετ συιδας ς. ϝ. Πύρρος. ἡ δὲ δικαία πρόνοια τὴν αὑτῆς δύναμιν ἀπεδείξατο.
以及在《苏达辞书》“皮洛士”条目下:然而,正义的摄理展现了其自身的力量。
ὡς γὰρ ἀνήχθησαν αἱ νῆες ἀπὸ τοῦ λιμένος, τὴν μὲν ἀπόγειον αὖραν λαβοῦσαι προέκοψαν· ἄνεμος δʼ ἐναντίος γενόμενος καὶ διʼ ὅλης νυκτὸς κατασχὼν ἃς μὲν κατέκλυσεν, ἃς δʼ εἰς τὸν τῆς Σικελίας πορθμὸν ἐξέβαλεν, ἐν αἷς δὲ παρεκομίζετο τὰ ἀναθήματα καὶ ὁ προσενεχθεὶς ἐκ τῶν ἀναθημάτων χρυσὸς ἐπὶ τοὺς Λοκροὺς ἐξώκειλεν αἰγιαλούς· καὶ τοὺς μὲν πλέοντας ἐν αὐταῖς ἐν τῇ παλιρροίᾳ τῶν κυμάτων κατακλυζομένους διέφθειρε, τὰ δʼ ἱερὰ χρήματα διασπασθεισῶν τῶν νεῶν ἐπὶ τὰς ἔγγιστα τῶν Λοκρῶν θῖνας ἐξέβρασεν.
因为当船只从港口启航时,它们顺着陆风前行;但相反的风刮起,整夜肆虐,将一些船只吞没,另一些船只则抛向西西里海峡,而装载着供奉物以及从供奉物中取出的黄金的船只则在洛克里的海岸上搁浅;风浪将船上的航行者淹没在回流的波涛中致死,而神圣的财宝则随着船只的破碎,被冲上了洛克里最近的沙滩。
§20.9.3ὁ δὲ βασιλεὺς καταπλαγεὶς ἅπαντα τὸν κόσμον καὶ τοὺς θησαυροὺς ἀπέδωκε τῇ θεῷ ὡς παραιτησόμενος αὐτῆς διὰ τοῦτο τὸν χόλον· νήπιος, οὐδὲ τὸ ᾔδει, ὃ οὐ πείσεσθαι ἔμελλεν.
国王大为惊恐,将所有的装饰品和宝物归还给女神,企图以此平息她的愤怒;愚蠢的人啊,他甚至不知道这一点:他是不会得到宽恕的。
οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων, §20.9.4ὡς Ὁμήρῳ εἴρηται.
“因为常在的诸神的意志并不会轻易改变,” 正如荷马所言。
ἀλλʼ ἐπειδὴ τῶν ἱερῶν ἐτόλμησεν ἅψασθαι χρημάτων καὶ πόρον ὑποθέσθαι πολέμων, ἀνόνητον ἐποίησε τὴν ἔννοιαν αὐτοῦ τὸ δαιμόνιον, ἵνα παράδειγμα καὶ παίδευμα πᾶσιν ἀνθρώποις γένοιτο τοῖς μεθʼ ἑαυτόν.
但由于他胆敢染指神圣的财宝,并企图将其作为战争的资源,神意使他的图谋归于无用,好让他成为他之后所有世人的警示和教训。