§20.10.1διὰ τοῦτο καὶ ὑπὸ Ῥωμαίων ἡττήθη ὁ Πύρρος κατὰ κράτος·
このためにこそ、ピュロスはローマ軍によって決定的に敗北したのである。
οὐ γὰρ στρατιά τις φαύλη καὶ ἀνάσκητος ἦν αὐτῷ, ἀλλʼ ἡ κρατίστη τῶν τότε οὐσῶν ἐν Ἕλλησι καὶ πλείστους ἀγωνισαμένη πολέμους·
というのも、彼が有していたのは弱小で訓練不足の軍勢ではなく、当時ギリシア人の間に存在したうちで最も強力であり、最も多くの戦争を戦い抜いた軍勢であったからである。
οὐδὲ πλῆθος ἀνδρῶν τῶν τότε παραταξαμένων ὀλίγον, ἀλλʼ ὅσον καὶ τριπλάσιον εἶναι, οὐδὲ στρατηγὸς τῶν ἐπιτυχόντων τις, ἀλλʼ ὃν ἅπαντες ὁμολογοῦσι μέγιστον γενέσθαι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμασάντων στρατηγῶν,
また、当時陣を敷いた兵士たちの数も決して少なくはなく、むしろ敵の三倍にも達するほどであり、将軍も凡庸な者の一人などではなく、同時代に全盛期を迎えた将軍たちのうちで最大の人物であったと誰もが認める者であった。
§20.10.2οὐδὲ τόπου φύσις ἄνισος οὔτʼ ἐπικουρίας τοῖς ἑτέροις ἄφιξις αἰφνίδιος οὔτʼ ἄλλη τις συμφορὰ καὶ πρόφασις ἀπροσδόκητος ἐπιπεσοῦσα συνέτριψε τὰ Πύρρου πράγματα, ἀλλʼ ὁ τῆς ἀσεβηθείσης θεᾶς χολός, ὃν οὐδʼ αὐτὸς ἠγνόει Πύρρος, ὡς Πρόξενος ὁ συγγραφεὺς ἱστορεῖ καὶ αὐτὸς ὁ Πύρρος ἐν τοῖς ἰδίοις ὑπομνήμασι γράφει.
また、不利な地形の性質も、他方への援軍の突然の到着も、あるいは不意に襲いかかった他のいかなる災難や予期せぬ事態も、ピュロスの事業を打ち砕いたのではなかった。 そうではなく、不敬な扱いを受けた女神の怒りこそがそれを打ち砕いたのであり、その怒りについてはピュロス自身も知らなかったわけではない。 それは歴史家プロクセノスが記録しており、ピュロス自身も自らの回想録に書いている通りである。