§20.8.1ὅτι Πύρρος διέβη τὸ δεύτερον εἰς Ἰταλίαν οὐ χωρούντων αὐτῷ τῶν ἐν Σικελίᾳ πραγμάτων κατὰ νοῦν διὰ τὸ μὴ βασιλικὴν φανῆναι τὴν ἡγεμονίαν αὐτοῦ ταῖς ἐπιφανεστάταις πόλεσιν, ἀλλὰ δεσποτικήν.
[歴史書は伝える。 ]ピュロスが二度目にイタリアへと渡ったのは、シケリアにおける事態が彼の意のままに進まなかったからである。 それは、最も顕著な諸都市にとって、彼の支配が王者にふさわしいものではなく、専制的なものと映ったからである。
εἰσαχθεὶς γὰρ εἰς Συρακούσας ὑπό τε Σωσιστράτου τοῦ κρατοῦντος τῆς πόλεως τότε καὶ Θοίνωνος τοῦ φρουράρχου, παραλαβὼν παρʼ ἐκείνων τὰ χρήματα καὶ ναῦς χαλκεμβόλους ὁμοῦ τι διακοσίας καὶ πᾶσαν ὑφʼ ἑαυτῷ ποιησάμενος Σικελίαν πλὴν Λιλυβαίου πόλεως, ἣν ἔτι μόνην Καρχηδόνιοι κατεῖχον, εἰς αὐθάδειαν τυραννικὴν ἐτρέπετο.
というのも、当時その都市を支配していたソシストラトスと、守備隊長トイノンによってシュラクサイへと迎え入れられた彼は、彼らから資金と約二百隻の青銅の衝角を持つ船を受け取り、カルタゴ人がなおも唯一保持していたリリュバイオン市を除くシケリア全土を配下に置いたものの、僭主的な傲慢さへと走ったからである。
ετ συιδας ς. ϝ. Πύρρος.
そして『スイダス』の『ピュロス』の項[にもこうある]。
τάς τε γὰρ οὐσίας τῶν Ἀγαθοκλέους οἰκείων ἢ φίλων ἀφαιρούμενος τοὺς παρʼ ἐκείνου λαβόντας τοῖς ἑαυτοῦ φίλοις ἐχαρίσατο καὶ τὰς μεγίστας ἐν ταῖς πόλεσιν ἀρχὰς τοῖς ἰδίοις ὑπασπισταῖς καὶ λοχαγοῖς προσένειμεν, οὐ κατὰ τοὺς ἐπιχωρίους ἑκάστης πόλεως νόμους οὐδʼ εἰς τὸν εἰωθότα χρόνον, ἀλλʼ ὡς αὐτῷ §20.8.2φίλον ἦν.
すなわち、彼はアガトクレスの親族や友人たちの財産を剥奪し、アガトクレスからそれらを受け取っていた者たち[の財産]を自分の友人たちに分け与え、諸都市における最大の官職を自分の護衛兵や百人隊長たちに配分した。 それも、各都市の現地の法律に従うこともなく、また慣例の任期によることもなく、ただ彼自身にとって望ましいように[行なったのである]。
δίκας τε καὶ ἀμφισβητήσεις καὶ τὰς ἄλλας πολιτικὰς οἰκονομίας ἁπάσας τὰς μὲν αὐτὸς διῄτα, τὰς δὲ τοῖς περὶ τὴν αὐλὴν ἀναστρέφειν καὶ διακρίνειν ἀπεδίδου ἀνθρώποις οὐθὲν ἕτερον ὁρῶσιν ὅ τι μὴ κερδαίνειν καὶ καθηδυπαθεῖν τὰς εὐπορίας·
そして、裁判や紛争、その他すべての国政運営について、あるものは自ら裁決し、他のものは宮廷の周りにたむろする人々に処理と判断を委ねたが、これらの人々は、利得を得ることと富を貪って快楽に溺れること以外には何もしない者たちであった。
καὶ διὰ ταῦτα πάντα βαρὺς ταῖς ὑποδεξαμέναις πόλεσι καὶ §20.8.3μισητὸς ἦν.
そして、これらのすべてのことのために、彼は自分を受け入れた諸都市にとって重荷となり、忌むべき存在となった。
αἰσθόμενος δʼ ὑπούλως ἤδη πολλοὺς πρὸς ἑαυτὸν ἔχοντας εἴς τε τὰς πόλεις φρουρὰς εἰσῆγε πρόφασιν ποιούμενος τὸν ἀπὸ Καρχηδονίων πόλεμον καὶ τοὺς ἐπιφανεστάτους ἄνδρας ἐξ ἑκάστης πόλεως συλλαμβάνων ἀπέκτεινεν, ἐπιβουλὰς καὶ προδοσίας εὑρηκέναι ψευσάμενος·
しかし、すでに多くの者が自分に対して内心敵意を抱いていることに気づくと、彼はカルタゴ人との戦争を口実にして諸都市に守備隊を導入し、また、陰謀や裏切りを発見したと偽って、各都市から最も顕著な人物たちを逮捕して処刑した。
ἐν οἷς ἦν καὶ Θοίνων ὁ φρούραρχος, ὃς ὑπὸ πάντων ὡμολόγητο πλείστην σπουδὴν καὶ προθυμίαν εἴς τε τὴν διάβασιν αὐτῷ καὶ τὴν παράληψιν τῆς νήσου παρεσχῆσθαι·
その中には守備隊長トイノンも含まれていた。 彼は、ピュロスが[シケリアへ]渡航すること、またその島を掌握することに対して、最も多くの尽力と熱意を捧げたことがすべての人に認められていた人物であった。
καὶ γὰρ ὑπήντησεν αὐτῷ ναυτικὸν στόλον ἄγων, καὶ τὴν ἐν ταῖς Συρακούσαις νῆσον, ἣν αὐτὸς ἐκράτει, παρέσχεν.
というのも、彼は艦隊を率いてピュロスを迎え、また、自身が支配していたシュラクサイの「島」(オルテュギア島)を提供したからである。
§20.8.4ἐπιχειρήσας δὲ καὶ Σωσίστρατον συλλαβεῖν διήμαρτε τῆς ἐλπίδος προαισθομένου τὴν ἐπιβουλὴν τοῦ ἀνδρὸς καὶ φυγόντος ἐκ τῆς πόλεως.
しかし、彼はソシストラトスをも逮捕しようと試みたが、その人物が陰謀を事前に察知して都市から逃亡したため、期待は外れた。
ἀρξαμένων δὲ ταράττεσθαι τῶν πραγμάτων καὶ ἡ τῶν Καρχηδονίων πόλις καιρὸν ἐπιτήδειον εἰληφέναι νομίζουσα πρὸς ἀνάκτησιν τῶν ἀπολωλότων χωρίων στρατιὰν ἀπέστειλεν ἐπὶ τὴν νῆσον.
事態が混乱し始めると、カルタゴの都市もまた、失われた土地を奪還するための好機を得たと考えて、その島へと軍隊を派遣した。