§20.8.1ὅτι Πύρρος διέβη τὸ δεύτερον εἰς Ἰταλίαν οὐ χωρούντων αὐτῷ τῶν ἐν Σικελίᾳ πραγμάτων κατὰ νοῦν διὰ τὸ μὴ βασιλικὴν φανῆναι τὴν ἡγεμονίαν αὐτοῦ ταῖς ἐπιφανεστάταις πόλεσιν, ἀλλὰ δεσποτικήν.
[史书记载]皮洛士第二次渡海前往意大利,因为他在西西里的事务未能如愿进行,原因在于对那些最显赫的城邦而言,他的统治显得不是王政的,而是专制的。
εἰσαχθεὶς γὰρ εἰς Συρακούσας ὑπό τε Σωσιστράτου τοῦ κρατοῦντος τῆς πόλεως τότε καὶ Θοίνωνος τοῦ φρουράρχου, παραλαβὼν παρʼ ἐκείνων τὰ χρήματα καὶ ναῦς χαλκεμβόλους ὁμοῦ τι διακοσίας καὶ πᾶσαν ὑφʼ ἑαυτῷ ποιησάμενος Σικελίαν πλὴν Λιλυβαίου πόλεως, ἣν ἔτι μόνην Καρχηδόνιοι κατεῖχον, εἰς αὐθάδειαν τυραννικὴν ἐτρέπετο.
因为他当时在统治该城的索西斯特拉托斯和卫城长官托伊农的接引下进入叙拉古,并从他们那里接收了资金和大约两百艘带有青铜撞角的战船,并使除迦太基人仍旧唯一占领的莉莉贝乌姆城以外的整个西西里都臣服于自己,但他却转而变得像僭主般傲慢。
ετ συιδας ς. ϝ. Πύρρος. τάς τε γὰρ οὐσίας τῶν Ἀγαθοκλέους οἰκείων ἢ φίλων ἀφαιρούμενος τοὺς παρʼ ἐκείνου λαβόντας τοῖς ἑαυτοῦ φίλοις ἐχαρίσατο καὶ τὰς μεγίστας ἐν ταῖς πόλεσιν ἀρχὰς τοῖς ἰδίοις ὑπασπισταῖς καὶ λοχαγοῖς προσένειμεν, οὐ κατὰ τοὺς ἐπιχωρίους ἑκάστης πόλεως νόμους οὐδʼ εἰς τὸν εἰωθότα χρόνον, ἀλλʼ ὡς αὐτῷ
以及在《苏达辞书》“皮洛士”条目下:也就是说,他剥夺了阿加托克利斯的亲属或朋友的财产,将这些财产从那些自阿加托克利斯处获得之人手中夺走,赏赐给自己的朋友,并且将各城邦中最大的官职分配给自己的卫兵和百人队长,这既不符合各城邦本地的法律,也不符合惯常的任期,而只是按照他自己喜欢的方式。
§20.8.2φίλον ἦν. δίκας τε καὶ ἀμφισβητήσεις καὶ τὰς ἄλλας πολιτικὰς οἰκονομίας ἁπάσας τὰς μὲν αὐτὸς διῄτα, τὰς δὲ τοῖς περὶ τὴν αὐλὴν ἀναστρέφειν καὶ διακρίνειν ἀπεδίδου ἀνθρώποις οὐθὲν ἕτερον ὁρῶσιν ὅ τι μὴ κερδαίνειν καὶ καθηδυπαθεῖν τὰς εὐπορίας· καὶ διὰ ταῦτα πάντα βαρὺς ταῖς ὑποδεξαμέναις πόλεσι καὶ §20.8.3μισητὸς ἦν.
对于诉讼、争议以及其他所有的民政管理,有些由他亲自裁决,另一些则交由宫廷周围的人去处理和判定,而这些人除了谋取私利和挥霍财富以享受骄奢淫逸之外,不作他想;由于所有这些原因,他对于接纳他的各城邦来说成了沉重的负担,且令人憎恶。
αἰσθόμενος δʼ ὑπούλως ἤδη πολλοὺς πρὸς ἑαυτὸν ἔχοντας εἴς τε τὰς πόλεις φρουρὰς εἰσῆγε πρόφασιν ποιούμενος τὸν ἀπὸ Καρχηδονίων πόλεμον καὶ τοὺς ἐπιφανεστάτους ἄνδρας ἐξ ἑκάστης πόλεως συλλαμβάνων ἀπέκτεινεν, ἐπιβουλὰς καὶ προδοσίας εὑρηκέναι ψευσάμενος·
当他察觉到许多人对他已经心怀怨恨时,他便以对迦太基人的战争为借口,向各城邦引入守备队,并虚构说发现了阴谋和叛国行为,将各城邦最显赫的人物逮捕并处死。
ἐν οἷς ἦν καὶ Θοίνων ὁ φρούραρχος, ὃς ὑπὸ πάντων ὡμολόγητο πλείστην σπουδὴν καὶ προθυμίαν εἴς τε τὴν διάβασιν αὐτῷ καὶ τὴν παράληψιν τῆς νήσου παρεσχῆσθαι· καὶ γὰρ ὑπήντησεν αὐτῷ ναυτικὸν στόλον ἄγων, καὶ τὴν ἐν ταῖς Συρακούσαις νῆσον, ἣν αὐτὸς ἐκράτει, παρέσχεν.
在这些人中也有卫城长官托伊农,所有人一致公认,他为皮洛士的渡海以及夺取该岛付出了最大的努力和热情;因为他曾率领舰队前来迎接皮洛士,并交出了由他自己控制的叙拉古“岛”(奥尔提伽岛)。
§20.8.4ἐπιχειρήσας δὲ καὶ Σωσίστρατον συλλαβεῖν διήμαρτε τῆς ἐλπίδος προαισθομένου τὴν ἐπιβουλὴν τοῦ ἀνδρὸς καὶ φυγόντος ἐκ τῆς πόλεως.
然而,他企图连索西斯特拉托斯也一并逮捕,却落了空,因为此人预先察觉到了阴谋并逃离了城市。
ἀρξαμένων δὲ ταράττεσθαι τῶν πραγμάτων καὶ ἡ τῶν Καρχηδονίων πόλις καιρὸν ἐπιτήδειον εἰληφέναι νομίζουσα πρὸς ἀνάκτησιν τῶν ἀπολωλότων χωρίων στρατιὰν ἀπέστειλεν ἐπὶ τὴν νῆσον.
当事态开始陷入混乱时,迦太基城邦也认为得到了收复失地的合适时机,便向该岛派遣了军队。