§20.7.1ὅτι Κλεινίας ὁ Κροτωνιάτης τύραννος ὢν ἀφείλετο τὴν ἐλευθερίαν ταῖς πόλεσι, φυγάδας ἀθροίσας ἐκ παντὸς τόπου καὶ δούλους ἐλευθερώσας·
[歴史書は伝える。 ]クロトンのクレイニアスは、僭主であった時に、あらゆる場所から亡命者を集め、奴隷を解放して、諸都市から自由を奪った。
οἷς τὴν τυραννίδα κρατυνάμενος τοὺς ἐπιφανεστάτους Κροτωνιατῶν οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐξέβαλεν ἐκ τῆς πόλεως·
彼はこれらによって自らの僭主権を強固にし、クロトン人のうち最も著名な者たちのうち、ある人々を殺害し、他の人々を都市から追放した。
Ἀναξίλας δὲ Ῥηγίνων τὴν ἀκρόπολιν κατελάβετο καὶ πάντα τὸν τοῦ βίου χρόνον κατασχὼν Λεόφρονι τῷ παιδὶ τὴν ἀρχὴν κατέλιπε.
レギオンのアナクシラスはアクロポリスを占領し、生涯にわたってそれを維持し、その支配権を息子のレオプロンに遺した。
καὶ ἄλλοι ἀπὸ τούτων δυναστείας ἐν ταῖς πόλεσι κατασκευάσαν- §20.7.2τες πάντα τὰ πράγματα διέφθειραν.
そして、これらの後に他の人々も諸都市に支配体制を確立し- -て、万事を破滅に導いた。
ἡ δὲ τελευταία τε καὶ πασῶν μεγίστη κάκωσις ἁπάσαις ταῖς πόλεσιν ἡ Διονυσίου τυραννὶς ἐγένετο τοῦ κρατήσαντος Σικελίας.
そして、すべての諸都市にとって最後にして最大の災厄となったのは、シケリアを支配したディオニュシオスの僭主政治であった。
διέβη γὰρ εἰς Ἰταλίαν ἐπὶ Ῥηγίνους Λοκρῶν ἐπικαλεσαμένων, οἷς ἦσαν οἱ Ῥηγῖνοι διάφοροι·
というのも、彼はレギオン人と敵対関係にあったロクリス人の招きに応じて、レギオン人に対抗するためにイタリアへと渡ったからである。
καὶ συνελθόντων ἐπʼ αὐτὸν Ἰταλιωτῶν δυνάμεσι μεγάλαις συνάψας μάχην ἀπέκτεινε συχνοὺς καὶ πόλεις αὐτῶν δύο κατὰ κράτος ἐξεῖλεν.
そして、大軍を率いて彼に向かって結集したイタリア人たちと交戦して、多くの者を殺害し、彼らの都市のうち二つを武力で攻略した。
§20.7.3εἶτʼ αὖθις ἑτέραν ποιησάμενος διάβασιν Ἱππωνιεῖς ἀνέστησεν ἐκ τῆς ἑαυτῶν, οὓς ἀπήγαγεν εἰς Σικελίαν, καὶ Κροτωνιάτας ἐξεῖλε καὶ Ῥηγίνους καὶ διετέλεσεν ἔτη δώδεκα τούτων τυραννῶν τῶν πόλεων.
その後、再び二度目の渡航を行い、ヒッポニウムの人々をその郷土から退去させてシケリアへと連れ去り、さらにクロトン人とレギオン人を攻略して、十二年間これら諸都市を僭主として支配し続けた。
ἔπειθʼ οἱ μὲν τὸν τύραννον δεδιότες τοῖς βαρβάροις αὑτοὺς ἐνεχείριζον, οἱ δʼ ὑπʼ ἐκείνων πολεμούμενοι τῷ τυράννῳ τὰς πόλεις παρεδίδοσαν·
その後、一方の人々は僭主を恐れて異民族に身を委ね、他方の人々は彼らから攻撃を受けて僭主に都市を引き渡した。
ὑφʼ ὅτου δὲ πάσχοιεν, ἀεὶ κακῶς δυσχεραίνοντες εὐρίπου δίκην τῇδε καὶ τῇδε πρὸς τὸ συντυχὸν ἐτράποντο.
彼らは、誰から被害を受けようとも常に不満を抱き、エウリポス海峡の潮流のように、その時々の状況に応じてあちらへこちらへと身を転じた。