Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §20.7.1-20.7.3

南意大利各城邦遭受的历代僭主统治

第 952 段,共 962 段 · 希腊语

内容简介

讲述了克莱尼亚斯、阿纳克西拉斯以及征服西西里的狄奥尼修斯等人的僭主统治给南意大利各城邦带来的残酷统治与巨大灾难。

§20.7.1ὅτι Κλεινίας ὁ Κροτωνιάτης τύραννος ὢν ἀφείλετο τὴν ἐλευθερίαν ταῖς πόλεσι, φυγάδας ἀθροίσας ἐκ παντὸς τόπου καὶ δούλους ἐλευθερώσας· οἷς τὴν τυραννίδα κρατυνάμενος τοὺς ἐπιφανεστάτους Κροτωνιατῶν οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐξέβαλεν ἐκ τῆς πόλεως·
[史书记载]克罗托内的克莱尼亚斯成为篡位者,剥夺了各城邦的自由,他从各地召集流亡者并释放了奴隶;他借助这些人巩固了自己的僭主统治,将克罗托内人中最显赫的人一部分杀害,另一部分驱逐出城。
Ἀναξίλας δὲ Ῥηγίνων τὴν ἀκρόπολιν κατελάβετο καὶ πάντα τὸν τοῦ βίου χρόνον κατασχὼν Λεόφρονι τῷ παιδὶ τὴν ἀρχὴν κατέλιπε.
雷吉翁的阿纳克西拉斯夺取了卫城,并在终生占领之后,将统治权传给了他的儿子列奥夫隆。
καὶ ἄλλοι ἀπὸ τούτων δυναστείας ἐν ταῖς πόλεσι κατασκευάσαν- §20.7.2τες πάντα τὰ πράγματα διέφθειραν.
在他们之后,其他人也在各城邦建立起统治,败坏了所有事务。
ἡ δὲ τελευταία τε καὶ πασῶν μεγίστη κάκωσις ἁπάσαις ταῖς πόλεσιν ἡ Διονυσίου τυραννὶς ἐγένετο τοῦ κρατήσαντος Σικελίας.
对所有城邦而言,最后也是最大的灾难是征服了西西里的狄奥尼修斯的僭主统治。
διέβη γὰρ εἰς Ἰταλίαν ἐπὶ Ῥηγίνους Λοκρῶν ἐπικαλεσαμένων, οἷς ἦσαν οἱ Ῥηγῖνοι διάφοροι· καὶ συνελθόντων ἐπʼ αὐτὸν Ἰταλιωτῶν δυνάμεσι μεγάλαις συνάψας μάχην ἀπέκτεινε συχνοὺς καὶ πόλεις αὐτῶν δύο κατὰ κράτος ἐξεῖλεν.
因为他在与雷吉翁人有仇怨的洛克里人的邀请下,渡海前往意大利进攻雷吉翁人;当意大利人集结大军前来对抗他时,他与之交战,杀伤甚众,并强行攻占了他们的两座城市。
§20.7.3εἶτʼ αὖθις ἑτέραν ποιησάμενος διάβασιν Ἱππωνιεῖς ἀνέστησεν ἐκ τῆς ἑαυτῶν, οὓς ἀπήγαγεν εἰς Σικελίαν, καὶ Κροτωνιάτας ἐξεῖλε καὶ Ῥηγίνους καὶ διετέλεσεν ἔτη δώδεκα τούτων τυραννῶν τῶν πόλεων.
此后,他再次渡海,将希波尼温人从他们自己的土地上驱逐,带往西西里,并攻占了克罗托内和雷吉翁,持续僭主统治这些城市达十二年之久。
ἔπειθʼ οἱ μὲν τὸν τύραννον δεδιότες τοῖς βαρβάροις αὑτοὺς ἐνεχείριζον, οἱ δʼ ὑπʼ ἐκείνων πολεμούμενοι τῷ τυράννῳ τὰς πόλεις παρεδίδοσαν· ὑφʼ ὅτου δὲ πάσχοιεν, ἀεὶ κακῶς δυσχεραίνοντες εὐρίπου δίκην τῇδε καὶ τῇδε πρὸς τὸ συντυχὸν ἐτράποντο.
此后,一方面的人因害怕僭主而将自己托付给蛮族,另一方面的人因受到蛮族的攻击而将城邦献给僭主;无论他们受到哪一方的伤害,由于始终对恶劣的处境感到不满,他们便像厄里普斯海峡的潮汐一样,随遇而安地在这边与那边之间摇摆不定。

词汇与语法注释

  1. 19.4ὅτι — 连词“ὅτι”表明这段文字源自拜占庭时期的摘录集(Excerpta),用于引导客观陈述,而其主句(如“有记载称”)已被省略。
  2. 19.4οἷς τὴν τυραννίδα κρατυνάμενος — 关系代词“οἷς”(与格)以前文的“φυγάδας... καὶ δούλους”为先行词,在此作手段与格(“借助他们”)。
  3. 2360ὑφʼ ὅτου δὲ πάσχοιεν — 关系从句中的希求法“πάσχοιεν”表示过去的一般性、反复性状况(迭代希求法),意为“无论他们(在何时)受到谁的伤害”。
  4. 2360εὐρίπου δίκην — “δίκην”虽是名词“δίκη”的单数宾格,但在此与属格(εὐρίπου)连用,起介词作用,表示“像……一样”或“仿照……的方式”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §20.7.1-20.7.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:20.7.1-20.7.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。