§20.15.1οἱ Βρέττιοι ἑκόντες ὑποταγέντες Ῥωμαίοις τὴν ἡμίσειαν τῆς ὀρεινῆς παρέδωκαν αὐτοῖς, ἣ καλεῖται μὲν Σίλα, μεστὴ δʼ ἐστὶν ὕλης εἰς οἰκοδομάς τε καὶ ναυπηγίας καὶ πᾶσαν ἄλλην κατασκευὴν εὐθέτου·
ブレンティオイ人は自発的にローマ人に服従し、シラと呼ばれる山岳地帯の半分を彼らに引き渡した。 そこは建築や造船、その他あらゆる有用な製造に適した木材で満ちていた。
πολλὴ μὲν γὰρ ἐλάτη πέφυκεν οὐρανομήκης ἐν αὐτῇ, πολλὴ δὲ αἴγειρος, πολλὴ δὲ πίειρα πεύκη ὀξύη τε καὶ πίτυς καὶ φηγὸς ἀμφιλαφὴς καὶ μελίαι ταῖς διαρρεούσαις λιβάσι πιαινόμεναι, καὶ πᾶσα ἄλλη βαθεῖα συνυφαινομένη τοῖς κλάδοις ὕλη σκιερὸν ἀποτελοῦσα δι’ ὅλης ἡμέρας τὸ ὄρος.
なぜなら、そこには天に届くほどの多くのモミが自生し、多くのクロポプラ、多くの樹脂に富んだマツ、ブナ、さらに野生のマツ、枝の広がったヨーロッパナラ、そして流れる泉によって潤されたトネリコがあり、他のすべての深い森もその枝を織り合わせ、一日中その山を日陰にしていたからである。
§20.15.2ἐξ ἧς ἡ μὲν ἔγγιστα θαλάττης καὶ ποταμῶν φυομένη τμηθεῖσα τὴν ἀπὸ ῥίζης τομὴν ὁλόκληρος ἐπὶ τοὺς λιμένας τοὺς ἔγγιστα κατάγεται, πάσῃ διαρκὴς Ἰταλίᾳ πρός τε τὰ ναυτικὰ καὶ πρὸς τὰς τῶν οἰκιῶν κατασκευάς·
その木材のうち、海や川の最も近くに生えているものは、根元から丸ごと切り倒されて最寄りの港へと運ばれ、全イタリアにとって船舶の建造や家屋の建築のために十分な量を提供している。
ἡ δὲ ἄνω θαλάττης καὶ ποταμῶν πρόσω κορμασθεῖσα κατὰ μέρη κώπας τε παρέχει καὶ κοντοὺς καὶ ὅπλα παντοῖα καὶ σκεύη τὰ κατοικίδια, φοράδην ὑπʼ ἀνθρώπων κομιζομένη·
一方、海や川から遠く離れた高い場所にあるものは、部分ごとに丸太にされ、オールや棒、あらゆる道具、家庭用の木製器具を提供し、人々によって担いで運ばれる。
ἡ δὲ πλείστη καὶ πιοτάτη πιττουργεῖται καὶ παρέχει πασῶν ὧν ἴσμεν ἡμεῖς εὐωδεστάτην τε καὶ γλυκυτάτην τὴν καλουμένην Βρεττίαν πίτταν·
しかし、その大部分を占める最も樹脂に富んだ木はピッチを採るために加工され、我々が知るすべてのもののうちで最も香りがよく、最も甘美な、いわゆる「ブレンティアのピッチ」を供給している。
ἀφʼ ἧς μεγάλας ὁ τῶν Ῥωμαίων δῆμος καθʼ ἕκαστον ἐνιαυτὸν ἐκ τῶν μισθώσεων λαμβάνει προσόδους.
これからローマの民衆は、毎年、その貸付から多額の収入を得ているのである。